<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="31"><p>εἰσάγεται γοῦν παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ ἡ σοφία περὶ αὑτῆς
λέγουσα τὸν τρόπον τοῦτον· „ὁ θεὸς ἐκτήσατό με πρωτίστην τῶν ἑαυτοῦ
ἔργων, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με“ (Prov. 8,22)· ἦν γὰρ ἀναγκαῖον
τῆς μητρὸς καὶ τιθήνης τῶν ὅλων πάνθ’ ὅσα εἰς γένεσιν ἦλθεν εἶναι νεώτερα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="32"><p><milestone unit="altref" n="9"/> τούτων οὖν τῶν γονέων τίς ἱκανὸς ὑποστῆναι κατηγορίαν;
ἀλλ’ οὐδὲ μετρίαν ἀπειλὴν ἢ ἐλαφροτάτην κατάμεμψιν. οὐδὲ
γὰρ τῶν δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ
οὐδ’ ὁ κόσμος, ἀλλ’ οἷα βραχεῖα δεξαμενὴ μεγάλης ἐπιρρεούσης τῶν <lb n="15"/>
τοῦ θεοῦ χαρίτων πηγῆς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύσαι τε
καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέχεσθαι, τὰς
 κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="33"><p>τοὺς μὲν δὴ τοῦ
παντὸς γονεῖς ὑπεξαιρετέον τοῦ παρόντος λόγου, τοὺς δὲ φοιτητὰς καὶ
γνωρίμους αὐτῶν τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰληχότας ψυχῶν, ὅσαι <lb n="20"/>
μὴ ἀνάγωγοι καὶ ἄμουσοι, νῦν ἐπισκεψώμεθα. πατέρα τοίνυν εἶναί
φαμεν τὸν ἄρρενα καὶ τέλειον καὶ ὀρθὸν λόγον, μητέρα δὲ τὴν μέσην
καὶ ἐγκύκλιον χορείαν τε καὶ παιδείαν· οἷς καλὸν καὶ συμφέρον ὡς ἂν
 ἔκγονον τοκεῦσι πείθεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="34"><p>τοῦ μὲν οὖν πατρός, ὀρθοῦ λόγου,
<note xml:lang="mul" type="footnote"><lb/>1 δὲ ἐνδέξασθαι GUFN: δέον ἐνδέξασθαι TI πρὸς UFHN: om. G οἷόν τε N 
<lb/>2 σώζειν conicio δὲ UHN αἱ om. H Anton.
<lb/>3 τὸ πᾶν τόδε Anton. 
<lb/>4 γεγονότος] λέγοντος U φήσωμεν Anton. μητέρα] πατέρα N
<lb/>5 ὁ om. Anton. ὡς] ὁ U
<lb/>6 τὸ et σπέρμα H θεοῦ] κυρίου Anton.
<lb/>7 μόνον καὶ om. Anton. post ἀγαπητὸν add. καὶ Anton.
<lb/>8 αὐτῆς codd.
<lb/>9 ἐκτίσατο Η
<lb/>11 ἦλθε Η 
<lb/>12 νεώτερον N
<lb/>15 οὐδὲ Ν ἀλλὰ βραχέα δεξάμενος D 15.
<lb/>16 μεγάλαις ἐπιρρεούσαις τῶν θεοῦ χαρισμάτων δωρεαῖς τάχιστα D
<lb/>15 ἐπιρεούσης U, ἐπιρροῆς N 
<lb/>16 ἀναβλύσαι GUFN Max.: ἀναβλεῖσθαι Η, ἀναβλύζεσθαι D, ἀναβλύζειν v τε om. FD Max.
<lb/>17 δέξασθαι D2R
<lb/>21 ἐπισκεψόμεθα G
<lb/>22 μέσην Mang.: ἴσην codd.</note> <note xml:lang="mul" type="footnote">2.
<lb/>3 DR fol. 131v Φίλωνος (Anton. Mel. II
<lb/>9 col. 1044): πατρὸς καὶ μητρὸς—διάφοροι δέ δυνάμεις. pergit Anton. Mel. usque ad lin.
<lb/>7 υἱὸν ἀπέτεκεν. 14—18 DK 142v τοῦ αὐτοῦ: δεύτεροι (sc. περὶ μέθης, falso δεύτερον ad Philonis verba rettulit) et fol. 277r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης Maximi eod. Barber. I 158: τῶν θείων οὐδὲ γὰρ τῶν Barb.) δωρεῶν ἱκανὸς—οἴσομεν.</note>  

<pb n="v.2.p.177"/>
παράγγελμα ἕπεσθαι καὶ ἀκολουθεῖν τῇ φύσει γυμνὴν καὶ ἀπημφιασμένην ἀλήθειαν
μεταδιώκοντας, παιδείας δέ, τῆς μητρός, θέσει δικαίοις προσέχειν,
ἃ κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας ἔθεντο οἱ πρῶτοι δόκησιν πρὸ ἀληθείας
ἀσπασάμενοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="35"><p>τοῖς γονεῦσι τούτοις τέτταρες παίδων εἰσὶ τάξεις, <lb n="5"/> ἡ μὲν ἀμφοτέροις καταπειθής, ἡ δ’ οὐδετέρῳ προσέχουσα, ἐναντία τῇ
προτέρᾳ, τῶν δ’ ἄλλων ἡμιτελὴς ἑκατέρα· ἡ μὲν γὰρ αὐτῶν φιλοπάτωρ
σφόδρα γεγονυῖα τῷ μὲν προσέχει, μητρὸς δὲ καὶ τῶν ἐπισκήψεων αὐτῆς
ἀλογεῖ, ἡ δ’ ἔμπαλιν φιλομήτωρ εἶναι δοκοῦσα τῇ μὲν πάντα ὑπηρετεῖ,
τῶν δὲ τοῦ πατρὸς ἥκιστα φροντίζει. ἡ μὲν οὖν πρώτη τὰ κατὰ πάντων
<lb n="10"/> ἆθλα οἴσεται νικητήρια, ἡ δ’ ἀντίπαλος ἧτταν ὁμοῦ καὶ φθορὰν
ἀναδέξεται, τῶν δ’ ἄλλων ἑκατέρα, ἡ μὲν δευτερείων, ἡ δὲ τρίτων ἄθλων
μεταποιήσεται, δευτερείων μὲν ἡ πειθαρχοῦσα πατρί, τρίτων δ’ ἡ τῇ
μητρί. </p></div></div></body></text></TEI>