τῷ γὰρ ὄντι πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώπων ψυχαῖς τὸ κακόν, ἐσταλμένον δὲ καὶ σπάνιον τἀγαθόν. παραίνεσις οὖν ὠφελιμωτάτη μὴ τοῖς πολλοῖς, μεθ’ ὧν τὸ ἀδικεῖν, ἀλλὰ τοῖς ὀλίγοις, μεθ’ ὧν τὸ δικαιοπραγεῖν, συμφέρεσθαι. τέταρτον τοίνυν καὶ μέγιστον ἔγκλημα ἦν τὸ μεθύειν, οὐκ ἀνειμένως, ἀλλὰ σφόδρα συντόνως· τὸ γὰρ οἰνοφλυγεῖν ἴσον ἐστὶ τῷ τὸ παραίτιον ἀφροσύνης φάρμακον, ἀπαιδευσίαν, ἐντύφεσθαι καὶ ἀνακαίεσθαι καὶ ἀναφλέγεσθαι μηδέποτε σβεσθῆναι δυναμένην, ἀλλ’ ὅλην δι’ ὅλων αἰεὶ τὴν ψυχὴν ἐμπιπρᾶσάν τε καὶ πυρπολοῦσαν. εἰκότως οὖν ἕψεται δίκη πάντα μοχθηρὸν τρόπον ἐκκαθαίρουσα διανοίας· λέγεται γὰρ „ἐξαρεῖς τὸν πονηρόν“, οὐκ ἐκ πόλεως ἢ χώρας ἢ ἔθνους, ἀλλ’ „ἐξ ὑμῶν αὐτῶν“ (Deut. 21,21)· ἡμῖν γὰρ αὐτοῖς ἐνυπάρχουσι καὶ ἐμφωλεύουσιν οἱ ὑπαίτιοι καὶ ἐπίληπτοι λογισμοί, οὕς, ὁπότε ἀνιάτως ἔχοιεν, ἀποκόπτειν καὶ διαφθείρειν ἀναγκαῖον. τὸν οὖν ἀπειθῆ καὶ φίλεριν καὶ λόγων πιθανότητας ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους ἐπὶ καθαιρέσει τοῦ καλοῦ πορίζοντα καὶ ἀκράτῳ φλεγόμενον καὶ καταμεθύοντα ἀρετῆς καὶ παροινίας ἐκτόπους εἰς αὐτὴν παροινοῦντα δίκαιον ἦν κατηγόρους μὲν τοὺς ἄλλοις συμμάχους λαβεῖν, πατέρα καὶ μητέρα, φθορὰν 2 ὑπολίπηται U αὐτῶ Η νόμος U 3. 4 πολὐχοος Η 4 πολυφθορώτατον L 4. 5 ἐσταλμαῖον H, ἐσταλαῖαν L 5 τὸ ἀγαθὸν G οὖν GUF: αὖθις H, δὲ Max. 6. 7 πολλοῖς προσμαθόντας δικαιοπραγεῖν μεθ’ ὧν τὸ δικαιοπραγεῖν H ἀλλ’ ὀλίγοις Mang. 7 καὶ μέγιστον τοίνυν H ἦν om. Η 11 αἰεὶ UF: ἀεὶ G, καίει Η, καίειν Turn. ἐμπιπρᾶσαν F: ἐμπιπρῶσαν ceteri 12 μοχθηρὰ Η λέξεται F 13 τὸν] τὸ U 14. 15 ἐμφολεύουσιν Η 17 ὥσπερ τινὰς om. H 18 ἀκράτως U μεθύοντα καὶ καταφλεγόμενον F 19 ἐκτόπους scripsi: ἐκτόπως codd. αὐτὴν GUFN: αὐτὸν H ἦν] οὖν F 19. 20 κατηγόρους μὲν τοὺς ἄλλοις ἄλλως Cohn) scripsi: κατηγόρους μὲν τοὺς Η, κατηγορουμένους οἱ ἄλλοι GU, κατηγορούμενον τοὺς ἄλλους FN 20 φθορὰν addidi 3—5 τῆ Ciem. Paedag. ΙΙΙ § 27 p. 269 P: „οὐκ ἔσῃ δὲ μετά πολλῶν“ φησίν οὐδὲ προσθήσῃ μετὰ πλήθους, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. 3—5 DK fol. 115v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης DL fol. 25r DR fol. 39r Φίλωνος τοῦ περὶ μέθης α΄ Flor. Paris. No. 5 (Barb. I 158): τῷ ὄντι—τὸ ἀγαθόν. pergit Barb. ad. iin. 7 συμφέρεσθαι—DK fol. 256v Φίλωνος ἐκ τ περὶ μέθης β΄, DL fol. 64r fol. 32v DP fol. ν Φίλωνος) DV p. 688: ἐσταλμένον καὶ σπάνιον τὸ ἀγαθόν. 16—176,18 N fol. 164r τὸν οὖν ἀπειθῆ—οἴσομεν δὲ ἐνδέξασθαι παντελῆ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν τῶν οἵων τε. σῴζεσθαι. πατρὸς δὲ καὶ μητρὸς κοιναὶ μὲν αἱ κλήσεις, διάφοροι δ’ αἱ δυνάμεις. τὸν γοῦν τόδε τὸ πᾶν ἐργασάμενον δημιουργὸν ὁμοῦ καὶ πατέρα εἶναι τοῦ γεγονότος εὐθὺς ἐν δίκῃ φήσομεν, μητέρα δὲ τὴν τοῦ πεποιηκότος ἐπιστήμην, ᾗ συνὼν ὁ θεὸς οὐχ ὡς ἄνθρωπος ἔσπειρε γένεσιν. ἡ δὲ παραδεξαμένη τὰ τοῦ θεοῦ σπέρματα τελεσφόροις ὠδῖσι τὸν μόνον καὶ ἀγαπητὸν αἰσθητὸν υἱὸν ἀπεκύησε, τόνδε τὸν κόσμον.