αἱ μὲν οὖν πρὸς τὸ ἄριστον συμβολαὶ πόθος ἀρετῆς, τῶν καλῶν ζῆλος, μελέται συνεχεῖς, ἀσκήσεις ἐπίμονοι, ἄτρυτοι καὶ ἀκμῆτες πόνοι, αἱ δὲ πρὸς τὸ ἐναντίον ἄνεσις, ῥᾳθυμία, τρυφή, θρύψις, παντελὴς ἐκδιαίτησις. ἰδεῖν μέντοι καὶ τοὺς ἐπαποδυομένους πολυοινίᾳ καὶ καθ’ ἑκάστην ἡμέραν γυμναζομένους καὶ ἀθλοῦντας τοὺς ἐπ’ ἀπληστίᾳ γαστρὸς ἄθλους ἔστι συμβολὰς μὲν ὡς ἐπί τινι τῶν λυσιτελῶν εἰσφέροντας, ζημιουμένους δὲ πάντα, χρήματα, σώματα, ψυχάς· τὰ μὲν γὰρ εἰσφέροντες μειοῦσι τὴν οὐσίαν, τῶν δὲ σωμάτων διὰ τὸ ἁβροδίαιτον κατακλῶσι καὶ θρύπτουσι τὰς δυνάμεις, τὰς δὲ ψυχὰς ποταμοῦ χειμάρρου τρόπον ἀμετρίᾳ τροφῶν ἐπικλύζοντες εἰς βυθὸν ἀναγκάζουσι δύεσθαι. τὸν αὐτὸν δὴ τρόπον καὶ ὅσοι φέρουσιν ἐράνους ἐπὶ καθαιρέσει παιδείας, τὸ κυριώτατον τῶν ἐν αὐτοῖς ζημιοῦσι, διάνοιαν, ἀποκόπτοντες αὐτῆς τὰ σωτήρια, φρόνησιν καὶ σωφροσύνην, ἔτι δὲ ἀνδρείαν καὶ δικαιοσύνην. διό μοι δοκεῖ καὶ αὐτὸς ὀνόματι συνθέτῳ χρῆσθαι τῷ „συμβολοκοπῶν“ πρὸς δήλωσιν ἐναργεστέραν τοῦ σημαινομένου, διότι τὰ κατὰ ἀρετῆς ἐπιχειρήματα ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους εἰσφέροντες τιτρώσκουσι καὶ διαιροῦσι καὶ συγκόπτουσι μέχρι παντελοῦς φθορᾶς τὰς φιληκόους καὶ φιλομαθεῖς ψυχάς. ὁ μὲν οὖν σοφὸς Ἀβραὰμ ἐπανελθεῖν λέγεται „ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλαγόμορ καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ“ (Gen. 14,17), ὁ δ’ Ἀμαλὴκ ἔμπαλιν τοῦ ἀσκητοῦ „τὴν οὐραγίαν κόπτειν“ (Deut. 25,18), ἀκολουθίᾳ φύσεως· ἐχθρὰ γὰρ | τὰ ἐναντία καὶ τὸν ἐπ’ ἀλλήλοις ὄλεθρον p. 361 Μ. ἀεὶ μελετῶντα. τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’ εἰσηγουμένων ἄλλων 1 συμβουλάς U φέρει L 2. 3 ἀκροτάτου] ἐπαρατοτάτου coni. Mang. 3 κακοῦ addidi 5 ἐπίμονοι Mang.: ἐπίπονοι codd. 8—10 ἄθλους ζημιουμένους τὰ πάντα Barocc. Max. ceteris omissis 8 ἔτι G 9 τινος G 11 κατα- κλῶσι G1, σαταχαλῶσι G2 διαθρύπτουσι Barocc. Max. 12 δυνάμεις] ἡδονὰς Barocc. τρυφῶν L2 13 τὸν U: om. GUF 15 αὐτῆς] αὐτοῖς F 16 ἔτι— δικαιοσύνην om. GF 17 συμβολοκοπῶν H 18 ἐπιτηδεύματα H 21 Ἀβραὰμ FH 22 σκοπῆς U Χοδολλαγόμορ GF: Χολοδογόμορ UH, Χολογομόδορ L, Χοδολλογόμορ Mang. μεταυτόν F 23 κόπτει Η 6—13 Mel. Barocc fol. 134r τοῦ Φίλωνος Maximi cod. Barber. I 158: ἰδεῖν μέντοι χρὴ καὶ τοὺς—δύεσθαι. ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος "μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23,2)·