ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν· διὸ λέγεται· „ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33). ἀναισθησία παντελής, ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ ἑαυτοῦ τὰ συμφέροντα ἢ τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἢ ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν ἢ τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα ἑλέσθαι, τὰ δ’ ὡς ψευδῆ καὶ βλάβης αἴτια ἀποστραφῆναι. πολὺ γὰρ σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας ἢ τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ἢ ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος. οὐδὲ γὰρ εἰ δᾳδουχοῦσα παιδεία παραπέμποι τὸν νοῦν φῶς ἁψαμένη τὸ οἰκεῖον ἐπὶ τὴν τῶν ὄντων θέαν, ὀνῆσαι δύναιτ’ ἂν μᾶλλον ἢ βλάψαι· τὸ γὰρ βραχὺ φέγγος ὑπὸ πολλοῦ σκότους σβέννυσθαι πέφυκε, σβεσθέντος δὲ ἀνωφελὴς πᾶσα ὄψις. τὸν μέντοι σεμνυνόμενον ἢ ἐπὶ τῷ βουλεύεσθαι ἢ ἐπὶ τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν ἱκανῶς δύνασθαι διὰ τούτων ὑπομνηστέον· εἰ μὲν ἀπὸ τῶν αὐτῶν τὰς αὐτὰς ἀεὶ συνέβαινε προσπίπτειν ἀπαραλλάκτους φαντασίας, ἦν ἴσως ἀναγκαῖον τά τε ἐν ἡμῖν αὐτοῖς φύσει κατασκευασθέντα διττὰ κριτήρια, αἴσθησίν τε καὶ νοῦν, ὡς ἀψευδῆ καὶ ἀδέκαστα θαυμάζειν καὶ περὶ μηδενὸς ἐνδοιάζοντας ἐπέχειν, ἀλλὰ τοῖς ἅπαξ φανεῖσι πιστεύοντας τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἔμπαλιν ἀποστρέφεσθαι. ἐπειδὴ δὲ διαφόρως ἀπ’ αὐτῶν εὑρισκόμεθα 1 ἐνδιδοίη conicio 2 κατεσχηdνος Turn.: κατισχημἐνος UFH, κατησχημένος G 3 ἀναισθησία FH: ἀναισθησίαν GL’v παντελῆ v 4 δοκεῖ GF εἶναι om. Η 7 τά μὲν ὡς HL’: ὡς τά μὲν GTFL 2, ὡς v 8 τὰ δ’ scripsi: ἥ codd. 9. 10 ἐᾷ ἡμᾶς τὴν Ηer 11 διανακὐψαι v 13 ἄδηλα] ἅ δεῖ H πρὸς ἀλήθειαν Η 13 — 19 οὑὸἐ-ὑπομνηστἐον om. Her 14 εἰ] ἡ G παραπέμποι U: παραπέμπει GFH ἁψάμενος Η 15 δύνιντ’ GU 16 πέφυκεν φυκεν U 19 μέν γὰρ ἀπὸ Her συνέβαινεν U 20 ἀπαρλλάκτως Her 21 αἴσω]σιντηοῦν om. Her 22 ἐνδυάζοντας F 23. 24 τὰ μὲν — ἀποστρἐφ om. Her 24 διαφόροις H ἀπὸ τῶν αὐτῶν conicio 9 — 209,19 inserta .siint Hercnnii qui dicitur libro (Α. Mai, Ciassicorum auctorum tom. IX Romae 1837 p. 618 — 523): λέγουσι γάρ ὅτι πολὺ σκότος τῶν ὄντων-οὐκ εἰκότως οὑν τὸ ἐπέχειν δοκεῖ, ἀλλὰ καὶ λίαν ἀρμοζόντως. καὶ ταῦτα μὲν ἐκ πολλῶν καὶ μακρῶν ὀλίγα καὶ βραχέα συναγαγόντες παρεθέμεθα. cf. Prolegomena, de Arnim Quellenstudien zu Phiio p. .53 — 100. κινούμενοι, βέβαιον περὶ οὐδενὸς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν, ἅτε μὴ ἑστῶτος τοῦ φανέντος, ἀλλὰ πολυτρόποις καὶ πολυμόρφοις χρωμένου ταῖς μεταβολαῖς· ἀνάγκη γὰρ ἀνιδρύτου τῆς φαντασίας οὔσης ἀνίδρυτον εἶναι καὶ τὴν ἐπ’ αὐτῇ κρίσιν.