μηδέποτ’ οὖν μήτ’ ἄκρατον προσενεγκώμεθα τοσοῦτον, ὡς ἀπραξίαν ἐμποιῆσαι ταῖς αἰσθήσεσι, μήτε τοσοῦτον ἐπιστήμης ἀλλοτριωθῶμεν, ὡς ἄγνοιαν, τὸ μέγα καὶ βαθὺ σκότος, τῆς ἑαυτῶν ψυχῆς κατασκεδάσαι. διττὸν δὲ τὸ ἀγνοίας γένος, τὸ μὲν ἁπλοῦν, ἡ παντελὴς ἀναισθησία, τὸ δὲ διπλοῦν, ὅταν μὴ μόνον ἀνεπιστημοσύνῃ τις συνέχηται, ἀλλὰ καὶ οἴηται εἰδέναι ἃ μηδαμῶς οἶδε δόξῃ ψευδεῖ σοφίας ἐπαιρόμενος. τὸ μὲν οὖν πρότερον κακὸν ἔλαττον — κουφοτέρων γὰρ ἁμαρτημάτων καὶ τάχα ἀκουσίων αἴτιον —, τὸ δὲ δεύτερον μεῖζον· μεγάλα γὰρ ἀποτίκτει καὶ οὐκ ἀκούσια μόνον ἀλλ’ ἤδη κἀκ προνοίας ἀδικήματα. περὶ ταῦτά μοι δοκεῖ Λὼτ ὁ θυγατροποιὸς μάλιστα κηραίνειν ἄρρεν καὶ τέλειον ἐν ψυχῇ φυτὸν ἀναθρέψαι μὴ δυνάμενος· δύο γὰρ θυγατέρας ἐκ τῆς λιθουμένης γυναικὸς ἔσχηκεν, ἣν εὐθυβόλῳ χρησάμενος ὀνόματι καλέσειεν ἄν τις συνήθειαν, ἐχθρὰν φύσιν ἀληθείας, καὶ ὁπότε ἄγοι τις αὐτήν, ὑστερίζουσαν καὶ περιβλεπομένην τὰ ἀρχαῖα καὶ σύντροφα καὶ ἀψύχου τρόπον στήλης ἐν μέσοις αὐτοῖς καταμένουσαν. τῶν δὲ θυγατέρων ἡ μὲν πρεσβυτέρα κεκλήσεται βουλή, συναίνεσις δὲ ἡ νεωτέρα· τῷ μὲν γὰρ βουλεύσασθαι τὸ συναινεῖν ἕπεται, συναινέσας δ’ οὐδὲ εἷς ἔτι βουλεύεται. καθίσας οὖν ὁ νοῦς ἐν τῷ ἑαυτοῦ συνεδρίῳ διακινεῖν ἄρχεται τὰς θυγατέρας καὶ μετὰ μὲν τῆς πρεσβυτέρας, βουλῆς, σκοπεῖσθαί τε καὶ διερευνᾶν ἕκαστα, μετὰ δὲ τῆς νεωτέρας, συναινέσεως, ἐπινεύειν ῥᾳδίως τοῖς ἐπιτυχοῦσι καὶ ὡς φίλα τὰ ἐχθρὰ ἀσπάζεσθαι, δέλεαρ εἴ τι μικρὸν ἡδονῆς 1 post δὲ add. καὶ ἀπειρία D ἐπιφέρουσαν UHD τῇ ouq. D 2 προειδέσθαι U 3 παρακοῦσαι G δυνατὴ HL’ 4 αὐτῆς D καὶ seclusi 5 τῶν] τὴν τῶν Turn. 6 μήτε UF ἀταξίαν G, ἀπαξίαν F 8 κα-ασκεὀάσαι] κατασκε, tum spat. Η 9.10 ἡ — διπλοῦν om. F 10 ἀνεπιστημοσύνης U, ἐπιστημοσύη G 11 οἴεται F οἶδε] εἶδεν D 12 καὶ] κἅν G 13 γὰρ om. HL ἀποτίκτον Turn. 13. 14 καὶ οὐκ Η: καὶ ἀκούσια οὐκ GF, καὶ ἑκούσια οὐκ U 18 τις ὡς αὐτήν GF 21 κέκληται couicio συναίνεσις Turn. : ώνεσις codd. 22 τὸ] τῶ Η δὲ H εἰσέτι U βουλεύσετι F 23 ὁ νοῦς om. F αὑτοῦ v διακινεῖν H: διακονεῖν GUF 25 συνέσεως G 1 ἐπινεὐσειν G ῥᾴδιον HL 26 τι] ἢ Η 10. 11 DK fol. 220v ἐκ τῆς πρὸς Γάϊον πρεσβείας: χαλεπὸν ὅταν-ἐπαιρόμενος. αὐτὸ μόνον ἀφ’ ἑαυτῶν ἐνδιδῴη.