ἢ δεσπόταις μὲν καὶ γονεῦσι καὶ ἄρχουσιν οἰκέται καὶ υἱοὶ καὶ ὑπήκοοι μέλλοντες προσέρχεσθαι πρόνοιαν ἕξουσι τοῦ νήφειν, ὡς μήτε ἐν τοῖς λεγομένοις καὶ πραττομένοις διαμάρτοιεν μήθ’ ὡς καταπεφρονηκότες τῆς ἐκείνων ἀξιώσεως κολασθεῖεν ἤ, τὸ γοῦν ἐπιεικέστατον, χλεύην ὄφλοιεν· τὸν δὲ τοῦ παντὸς ἡγεμόνα καὶ πατέρα τις θεραπεύειν δικαιῶν οὐ καὶ σιτίων καὶ ποτῶν καὶ ὕπνου καὶ πάντων ὅσα ἀναγκαῖα τῇ φύσει περιέσται, ἀλλὰ πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνας τὸν τῶν ἀσώτων ζηλώσει βίον, καὶ βεβαρημένος τοὺς ὀφθαλμοὺς ἀπ’ οἴνου καὶ τὴν κεφαλὴν παραβάλλων καὶ τὸν αὐχένα ἐγκάρσιον πλαγιάζων καὶ ὑπ’ ἀμετρίας ἐρευγόμενος καὶ ὅλῳ διαρρέων τῷ σώματι χέρνιβος ἢ βωμῶν ἢ θυσιῶν προσάψεται; ἀλλ’ οὐδὲ τὴν ἱερὰν ἐξ ἀπόπτου φλόγα θεάσασθαι τῷ τοιούτῳ θέμις. εἰ μέντοι μήτε σκηνὴν μήτε θυσιαστήριον ὑπολάβοι τις λέγεσθαι τὰ ὁρώμενα ἐκ τῆς ἀψύχου καὶ φθαρτῆς δημιουργηθέντα 1 προπορεύησθε FL 3 ἀγίων—μέσον om. U 5 καὶ post μεγαλαυχίας add. Mang. 6 κενοῦ GFL: καὶ νοῦ U ὄγκου G2 ἢ U 9 προσήσεται F: προσίσεται G, προσίεται U, προσοίσεται ν ἀρρηφροῦντα FL αὐτὸν Mang.: αὐτοῖς codd. 10 ἀοράτους] ἀρρήτους coni. Mang. 12 μὲν] γ᾿ G2 in μὴ 14 ἐν] ras. in G ἑαυτοῖς FLN: ἑαυτῶν G, αὐτῶ U 15 ἢ FLN: εἰ τὸ GU 19 ἐκείνοις κολάσεως κολασθεῖεν U 21. 22 περιβάλλων πλησιάζων N 23 βαρημένος G ἀπ᾿] ὑπ᾿ conicio 24 περιβάλλων N πλησιάζων V ὑπὸ U θέμις U 26 26 οὐδὲν G1 13—27 Ν fol. 187r: πῶς γὰρ — θέμις ὕλης, ἀλλὰ τὰ ἀόρατα καὶ [τὰ] νοητὰ θεωρήματα, ὧν αἰσθηταὶ ταῦτα εἰκόνες, καταπλαγήσεται μᾶλλον τὴν ὑφήγησιν. ἐπειδὴ γὰρ παντὸς τὸ μὲν παράδειγμα, τὸ δὲ μίμημα ὁ ποιῶν ἐποίει, καὶ ἀρετῆς τὴν μὲν ἀρχέτυπον σφραγῖδα εἰργάζετο, τὸν δὲ ἀπὸ ταύτης ἐνεσημαίνετο ἐμφερέστατον χαρακτῆρα· ἡ μὲν οὖν ἀρχέτυπος σφραγὶς ἀσώματός ἐστιν ἰδέα, ἡ δὲ χαραχθεῖσα εἰκὼν σῶμα ἤδη, φύσει μὲν αἰσθητόν, οὐ μὴν εἰς αἴσθησιν ἐρχόμενον· καθάπερ καὶ τὸ ἐν τῷ βαθυτάτῳ τοῦ Ἀτλαντικοῦ πελάγους ξύλον εἴποι τις ἂν πεφυκέναι μὲν πρὸς τὸ καίεσθαι, μηδέποτε δ’ ὑπὸ πυρὸς ἀναλωθήσεσθαι διὰ τὴν τῆς θαλάττης ἀνάχυσιν. τὴν οὖν σκηνὴν καὶ τὸν βωμὸν ἐννοήσωμεν ἰδέας, τὴν μὲν ἀρετῆς ἀσωμάτου, τὸνδὲ αἰσθητῆς εἰκόνος εἶναι σύμβολον. τὸν μέν γε βωμὸν καὶ τὰ ἐπ’ αὐτοῦ ῥᾴδιον ἰδεῖν—ἔξω τε γὰρ ἔχει τὴν κατασκευὴν καὶ ἀσβέστῳ πυρὶ ... ἀναλίσκεται, ὡς μὴ μεθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ περιλάμπεσθαι—, ἡ δὲ σκηνὴ καὶ τὰ ἐν αὐτῇ πάντα ἀθέατα, οὐχὶ τῷ μόνον ἐσωτάτω καὶ ἐν ἀδύτοις ἱδρῦσθαι, ἀλλὰ καὶ τῷ τὸν προσαψάμενον ἢ διὰ περιεργίαν ὀφθαλμῶν ἰδόντα ἀπαραιτήτῳ δίκῃ θανάτου κατὰ πρόσταξιν νόμου κολάζεσθαι, πλὴν εἰ μή τις ὁλόκληρος καὶ παντελὴς εἴη, περὶ μηδέν, μὴ μέγα, μὴ μικρόν, ἁπλῶς κηραίνων πάθος, ἀλλ’ ἀρτίῳ καὶ πλήρει καὶ πάντα τελειοτάτῃ κεχρημένος τῇ φύσει.