<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="126"><p>τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν
δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν
γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον <milestone unit="altpage1" n="p. 377"/>  νηφάλια θύειν, οἴνου
καὶ παντὸς ὃ τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων· <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="127"><p>„ἐλάλησε“ γάρ φησι „κύριος τῷ Ἀαρὼν λέγων· οἶνον καὶ σίκερα οὐ
πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἕτεροι, οὓς GL: ἑτεροίους οὓς UF, ἑταῖροι οὓς Richter
<lb/>3 οὐ τῷ Turn.: οὕτω codd. .5 πιασθέντες G
<lb/>5 μιμησάμενοι scripsi: οἱ μιμησάμενοι GUF, μιμούμενοι V ἐθοδούλους GU
<lb/>10 τὸ] τὸν U
<lb/>11 ὑπ’ seclusi
<lb/>12 ἐνδεδεγμένων scripsi: ἐνδεδειγμένων UFL, ἐκδεδειγμένων G
<lb/>13 βεβακχευμένων GU: βεβακμένων F, βεβλαμμένων v
<lb/>14 ἧ καὶ F: ἡ καὶ G, ἧκα U αὐτοὺς G 
<lb/>16 τε om. FL, γε conicio 20.
<lb/>21 ἡμίσεα κακῶν καὶ D: ἡμίση κακῶν F, ἡμίσει κακῶν GU, κακῶν ἡμίσει v
<lb/>23 ἀρχήν fort. del.
<lb/>24 μόνων GH: μόνον FL
<lb/>25 ὃ om. V αἰτίου V
<lb/>26 οὐ om. U
<lb/>27 σέ] σοῦ Turn.</note> <note xml:lang="mul" type="footnote">20—21 DK fol. 162r ἐκ τοῦ περὶ μέθης β΄: τὰ ἀκούσια—συνειδότος δικαστηρίῳ μὴ καταβαρούμενα.</note>  

<pb n="v.2.p.195"/>
σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ, καὶ οὐ μὴ
ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀνὰ μέσον
ἁγίων καὶ βεβήλων καὶ ἀνὰ μέσον καθαρῶν καὶ ἀκαθάρτων“ (Lev.
10,8—10).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="128"><p>Ἀαρὼν δέ ἐστιν ὁ ἱερεύς, καὶ τοὔνομα ὀρεινὸς ἑρμηνεύεται, <lb n="5"/> μετέωρα καὶ ὑψηλὰ φρονῶν λογισμός, οὐ διὰ μεγαλαυχίας
κενοῦ φυσήματος ὑπόπλεων ὄγκον, ἀλλὰ διὰ μέγεθος ἀρετῆς, ἣ τὸ
φρόνημα ἐξαίρουσα πέραν οὐρανοῦ ταπεινὸν οὐδὲν ἐᾷ λογίζεσθαι. διακείμενος
δ’ οὕτως ἄκρατον καὶ πᾶν ἀφροσύνης φάρμακον ἑκὼν οὔποτε
προσήσεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="129"><p>ἀνάγκη γάρ ἐστιν ἢ ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν <lb n="10"/> εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς ἢ τῷ βωμῷ προσιόντα θυσίας
ὑπέρ τε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν· νήψεως δὲ
καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="130"><p><milestone unit="altref" n="33"/> θαυμάσαι μὲν οὖν εἰκότως ἄν τις καὶ τὸ ῥητὸν τῆς προστάξεως. πῶς γὰρ οὐ σεμνὸν νήφοντας
καὶ ἐν ἑαυτοῖς ὄντας πρὸς εὐχὰς καὶ ἱερουργίας χωρεῖν, ὡς ἔμπαλιν
<lb n="15"/> ἀμφότερα, σῶμα καὶ ψυχήν, παρειμένους ὑπὸ οἴνου καταγέλαστον;</p></div></div></body></text></TEI>