τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον νηφάλια θύειν, οἴνου καὶ παντὸς ὃ τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων· „ἐλάλησε“ γάρ φησι „κύριος τῷ Ἀαρὼν λέγων· οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν 1 ἕτεροι, οὓς GL: ἑτεροίους οὓς UF, ἑταῖροι οὓς Richter 3 οὐ τῷ Turn.: οὕτω codd. .5 πιασθέντες G 5 μιμησάμενοι scripsi: οἱ μιμησάμενοι GUF, μιμούμενοι V ἐθοδούλους GU 10 τὸ] τὸν U 11 ὑπ’ seclusi 12 ἐνδεδεγμένων scripsi: ἐνδεδειγμένων UFL, ἐκδεδειγμένων G 13 βεβακχευμένων GU: βεβακμένων F, βεβλαμμένων v 14 ἧ καὶ F: ἡ καὶ G, ἧκα U αὐτοὺς G 16 τε om. FL, γε conicio 20. 21 ἡμίσεα κακῶν καὶ D: ἡμίση κακῶν F, ἡμίσει κακῶν GU, κακῶν ἡμίσει v 23 ἀρχήν fort. del. 24 μόνων GH: μόνον FL 25 ὃ om. V αἰτίου V 26 οὐ om. U 27 σέ] σοῦ Turn. 20—21 DK fol. 162r ἐκ τοῦ περὶ μέθης β΄: τὰ ἀκούσια—συνειδότος δικαστηρίῳ μὴ καταβαρούμενα. σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀνὰ μέσον ἁγίων καὶ βεβήλων καὶ ἀνὰ μέσον καθαρῶν καὶ ἀκαθάρτων“ (Lev. 10,8—10). Ἀαρὼν δέ ἐστιν ὁ ἱερεύς, καὶ τοὔνομα ὀρεινὸς ἑρμηνεύεται, μετέωρα καὶ ὑψηλὰ φρονῶν λογισμός, οὐ διὰ μεγαλαυχίας κενοῦ φυσήματος ὑπόπλεων ὄγκον, ἀλλὰ διὰ μέγεθος ἀρετῆς, ἣ τὸ φρόνημα ἐξαίρουσα πέραν οὐρανοῦ ταπεινὸν οὐδὲν ἐᾷ λογίζεσθαι. διακείμενος δ’ οὕτως ἄκρατον καὶ πᾶν ἀφροσύνης φάρμακον ἑκὼν οὔποτε προσήσεται. ἀνάγκη γάρ ἐστιν ἢ ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς ἢ τῷ βωμῷ προσιόντα θυσίας ὑπέρ τε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν· νήψεως δὲ καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται. θαυμάσαι μὲν οὖν εἰκότως ἄν τις καὶ τὸ ῥητὸν τῆς προστάξεως. πῶς γὰρ οὐ σεμνὸν νήφοντας καὶ ἐν ἑαυτοῖς ὄντας πρὸς εὐχὰς καὶ ἱερουργίας χωρεῖν, ὡς ἔμπαλιν ἀμφότερα, σῶμα καὶ ψυχήν, παρειμένους ὑπὸ οἴνου καταγέλαστον;