καὶ Μωυσῆς μέντοι κατὰ ταῦτα, ἐπειδὰν ἴδῃ τὸν βασιλέα τῆς Αἰγύπτου, τὸν ὑπέραυχον νοῦν, σὺν τοῖς ἑξακοσίοις ἅρμασι (Exod. 14, 7), ταῖς τοῦ ὀργανικοῦ σώματος ἓξ κινήσεσιν ἡρμοσμέναις τοῖς ἐπιβεβηκόσι τριστάταις (Exod. 15, 4), οἳ μηδενὸς τῶν κατὰ γένεσιν πεφυκότος 1 prius παρὰ] περὶ F 2 παρὰ ὤτων τὸ ἀκούειν U 3 χιλοῦ G 6 οἰκείας U 8 τὰ πάντα F αὑτοῦ Turn.: αὐτοῦ codd. 12 τοῦ θεοῦ δὲ G 13 τὰ πάντα κτήματα v 14 γεγεννῆσθαι U 15 αὐτῇ v 16 εἶδε GF: οἶδεν UL 17 τῶν γινομένων conicio 20 τῆς om. G1U κατὰ τὸν U 21 καὶ addidi 22 οὐ] δὲ οὐ F 23 ἀθεότης Turn. κατασκευάζει addidi ἀλγοῦσιν U 25 ἠβούλοντο FL 26 μετέδωσαν G 27 δὴ] δὲ v 28 ταὐτὸ conicio ἑστάναι περὶ πάντων οἴονται δεῖν ὡς ἂν παγίως ἱδρυμένων καὶ μηδεμίαν δεχομένων μεταβολὴν ἀποφαίνεσθαι, δίκην ἀξίαν τῆς ἀσεβείας ὑποσχόντα καὶ τὸν ἀσκητικὸν ἔμπαλιν τὰς ἐπιδρομὰς τῶν πολεμίων ἐκφυγόντα καὶ ἀνὰ κράτος ἀπροσδοκήτως διασωθέντα, τὸν δίκαιον καὶ ἀληθῆ βραβευτὴν ὑμνεῖ θεὸν τὰ πρεπωδέστατα καὶ οἰκειότατα ταῖς συντυχίαις ἐξάρχων ᾄσματα, διότι „ἵππον καὶ ἀναβάτην ῥίψας εἰς θάλασσαν“ (Exod. 15, 1), τὸν ἐποχούμενον νοῦν ταῖς τοῦ τετράποδος καὶ ἀφηνιαστοῦ πάθους ἀλόγοις ὁρμαῖς ἀφανίσας, βοηθὸς καὶ ὑπερασπιστὴς ἐγένετο τῆς ὁρατικῆς ψυχῆς, ὡς χαρίσασθαι παντελῆ σωτηρίαν αὐτῇ. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τοῦ φρέατος ἐξάρχει, οὐκέτι μόνον ἐπὶ καθαιρέσει τῶν παθῶν, ἀλλὰ καὶ ἐπὶ τῷ τὸ κάλλιστον κτημάτων, σοφίαν, ἀνανταγώνιστον ἰσχῦσαι λαβεῖν, ἣν ἀπεικάζει φρέατι· βαθεῖα γὰρ καὶ οὐκ ἐπιπόλαιος, γλυκὺ ἀναδιδοῦσα νᾶμα καλοκἀγαθίας διψώσαις ψυχαῖς, ἀναγκαιότατον ὁμοῦ καὶ ἥδιστον ποτόν· ἰδιώτῃ δὲ οὐδενὶ παιδείας ἐφεῖται τοῦτο τὸ φρέαρ ὀρύττειν, μόνοις δὲ βασιλεῦσιν, ᾗ φησιν· „ἐλατόμησαν αὐτὸ βασιλεῖς“ (Num. 21, 16—18)· μεγάλων γὰρ ἡγεμόνων ἀναζητῆσαι καὶ κατεργάσασθαι σοφίαν, οὐχὶ τῶν ὅπλοις γῆν καὶ θάλατταν ὑπηγμένων, ἀλλὰ τῶν ψυχῆς δυνάμεσι τὸν πολύτροπον αὐτῆς καὶ μιγάδα καὶ πεφορημένον ὄχλον κατηγωνισμένων. τούτων φοιτητὰς καὶ γνωρίμους εἶναι συμβέβηκε τοὺς λέγοντας· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς· προσαγηόχαμεν τὸ δῶρον κυρίῳ ἀνήρ, ὃ εὗρεν“ (Num. 31, 49. 50)· ἐοίκασι γὰρ καὶ οὗτοι πάλιν ἐπινίκιον ᾆσμα ἐξάρχειν τελείων καὶ ἡγεμονικῶν δυνάμεων ἐφιέμενοι— τὸν γὰρ συντιθέντα τὸ κεφάλαιον καὶ πλεῖστον ἀριθμὸν τῶν κατ’ ἀνδρείαν λόγων φασὶ λαβεῖν —, οὓς ἐκ φύσεως εἶναι πολεμικοὺς συμβέβηκε δυσὶν ἀντιτεταγμένους τέλεσιν, ἑνὶ μὲν οὗ ἡ δυσθεράπευτος ἀφηγεῖται δειλία, ἑτέρῳ δὲ οὗ ἡ ἀρειμάνιος θρασύτης· ἀμφότεραι δὲ γνώμης ἀγαθῆς ἀμέτοχοι.