Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν· τὴν τοίνυν ἀπαιδευσίαν τοῦ ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον. ἀπαιδευσία γὰρ τῶν ψυχῆς ἁμαρτημάτων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ ἀρχέκακον, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ῥέουσιν αἱ τοῦ βίου πράξεις, πότιμον μὲν καὶ σωτήριον οὐδὲν οὐδενὶ νᾶμα ἐκδιδοῦσα τὸ παράπαν, ἁλμυρὸν δὲ νόσου καὶ φθορᾶς τοῖς χρησομένοις αἴτιον. οὕτως γοῦν κατὰ ἀναγώγων καὶ ἀπαιδεύτων ὁ νομοθέτης φονᾷ, ὡς κατ’ οὐδενὸς ἴσως ἑτέρου. τεκμήριον δέ· τίνες εἰσὶν οἱ μὴ ἐπιτηδεύσει μᾶλλον ἢ φύσει σύμμαχοι παρά τε ἀνθρώποις καὶ ἐν τοῖς ἄλλοις γένεσι τῶν ζῴων; ἀλλ’ οὐδὲ μανεὶς ἑτέρους ἂν εἴποι τις ἢ τοὺς τοκέας εἶναι· κήδεται γὰρ ἀδιδάκτῳ τῇ φύσει τὸ πεποιηκὸς αἰεὶ τοῦ γενομένου, καὶ σωτηρίας αὐτοῦ καὶ διαμονῆς τῆς εἰσάπαν πρόνοιαν ἔχει. τοὺς οὖν ἐκ φύσεως συναγωνιστὰς ὑπάρχοντας εἰς ἐχθρῶν μετελθεῖν τάξιν ἐσπούδασε κατηγόρους ἐπιστήσας τοὺς δεόντως ἂν συναγορεύοντας, πατέρα καὶ μητέρα, ἵν’ ὑφ’ ὧν εἰκὸς ἦν σῴζεσθαι μόνων παραπόλωνται· „ἐὰν γάρ τινι“ φησίν „υἱὸς ᾖ ἀπειθὴς καὶ ἐρεθιστὴς οὐχ ὑπακούων φωνῆς πατρὸς καὶ μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν, συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ ἐξάξουσιν εἰς τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν· ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐκ 5 προσαποδόσωμεν H 5. 6 τοῦ ἁ ἀρξάμενοι H 6 τὴν Turn.: τῆς codd. ἀπαιδευσίαν G: ἀπαιδευσίας UFH τοῦ add. Richter (cf. D) 9 πηγῆς] γῆς G 10 πράξεις] παραβάσεις coni. Mang. οὐδὲν om. D ἐκδιδοῦσα GD: ἐκδιδοῦσαι FH, ἐκδιδοῦται U 11 χρησομένοις D: χρησαμένοις codd. 12 φονᾶ G2: φωνὰ G1UFH 12—14 ὡς—σύμμαχοι σύμμαχοι om. H 15 κήδεται] κείσεται L 16 αἰεὶ UF: ἀεὶ GH 17 εἰς ἅπαν U οὖν om. F 19 δεόντως F: δὲ ὄντως GUH συναγορεύοντας scripsi: συναγορεύοντα F, συναγορεύσοντας GUH 20 παραπόλλωνται FL 21 ἀπειθὴς—φωνῆς om. U 22 καὶ μητρὸς om. G παιδεύουσιν G 25 καὶ post ἐρεθίζει add. H 6—11 DR fol. 73v τοῦ αὐτοῦ περὶ μέθης β τος: τοῦ ληρεῖν αἴτιον ἡ ἐπιζήμιος τοῦ αὐτοῦ: ἀπαιδευσία τῶν τῆς ψυχῆς ἁμαρτημάτων τὸ ἀρχέκακον—αἴτιον τοῖς χρη- σομἐνοις. εἰσακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ. καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν“ (Deut. 21,18—21). οὐκοῦν αἱ κατηγορίαι ἀριθμῷ τέτταρες, ἀπείθεια καὶ ἐρεθισμὸς καὶ συμβολῶν εἰσφορὰ καὶ μέθη. μεγίστη δ’ ἡ τελευταία παραύξησιν ἀπὸ τῆς πρώτης ἀπειθείας λαβοῦσα· ἀρξαμένη γὰρ ἀφηνιάζειν ἡ ψυχὴ καὶ προελθοῦσα διὰ ἔριδος καὶ φιλονεικίας ἐπὶ ὕστατον ὅρον ἔρχεται, μέθην, τὴν ἐκστάσεως καὶ παραφροσύνης αἰτίαν. ἑκάστης δὲ τῶν κατηγοριῶν τὴν δύναμιν ἰδεῖν ἀναγκαῖον τὴν ἀρχὴν ἀπὸ τῆς πρώτης λαβόντας.