δείκνυσι δ’, ὥς γ’ ἐμοὶ δοκεῖ, τὸ γεγονὸς πᾶν, οὐρανόν, γῆν, ὕδωρ, πνεῦμα, ζῷα ὁμοῦ καὶ φυτά· ἑκάστῳ γὰρ αὐτῶν ὁ τὰς τῆς ψυχῆς ἐνεργείας πρὸς θεὸν τείνας καὶ παρ’ αὐτοῦ μόνου τὰς ὠφελείας ἐπελπίζων δεόντως ἂν εἴποι· παρ’ οὐδενὸς λήψομαι τῶν σῶν, οὐ παρ’ ἡλίου τὸ μεθημερινόν, οὐ παρὰ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὸ νυκτὶ φέγγος, οὐ παρὰ ἀέρος καὶ 3 ἀνατεταγμέναι FL ἑαυτοῦ Η 4 ἄρρητος FH ἡ om. Η 5 παθῶν post ἄλλων add. Mang. G ἡ om. U 7 τῳ] τῶν H 7. 8 τὸ κατὰ τοὺς ποιητὰς λεγόμενον, χρήσαιτο ὁμοῦ conicio 8 χρήσεται G, χρήσαι H 8. 9 ἐξεληλυθότος coni. Mang. 9 τὴν ἀπ’ ἐκείνης Η 11 φίλως U 12 μακρὰν om. G 14 εἴ τις G 15 τὸ] τῶ G οὐκέτι G 17 οὗτος coni. Mang. Ἁβραὰμ FH 18 παρὰ] περὶ H 19 εὐχαριστητικὸν G1: εὐχαριστικὸν ceteri 20 primum τὸν om. H 21 σφαῖρός G 22 τῶν om. GU γ’ ἐμοὶ Turu.: γέ μοι GUF, ἔμοιγε Η 25 παρ’ add. Cohn 26 post μεθημερινόν desinit fragmentum libro De migratione insertum in II, cf. ad p. 179, 11. quae sequuntur desunt in H usque ad ἑ 136 εἰσιόντι (babet L) 7 cf. Hom. B 489 νεφελῶν ὑετούς, οὐ παρὰ ὕδατος καὶ γῆς ποτὰ καὶ σιτία, οὐ παρὰ ὀφθαλμῶν τὸ ὁρᾶν, οὐ τὸ ἀκούειν παρὰ ὤτων, οὐ παρὰ μυκτήρων ὀσμάς, οὐ παρ’ ἐνστομίου χυλοῦ τὸ γεύεσθαι, οὐ παρὰ γλώττης τὸ λέγειν, οὐ παρὰ χειρῶν τὸ διδόναι καὶ λαμβάνειν, οὐ τὸ προσέρχεσθαι καὶ ἐξαναχωρεῖν παρὰ ποδῶν, οὐκ ἀναπνοὴν παρὰ πνεύμονος, οὐ πέψιν παρ’ ἥπατος, οὐ παρὰ τῶν ἄλλων σπλάγχνων τὰς καθ’ ἕκαστον οἰκείους ἐνεργείας, οὐ παρὰ δένδρων καὶ σπαρτῶν τοὺς ἐτησίους καρπούς, ἀλλὰ πάντα παρὰ τοῦ μόνου σοφοῦ τὰς αὑτοῦ χαριστηρίους δυνάμεις πάντῃ τείναντος καὶ διὰ τούτων ὠφελοῦντος. ὁ μὲν οὖν τοῦ ὄντος ὁρατικὸς τὸν αἴτιον ἐπιστάμενος τὰ ὧν ἐστιν αἴτιος δεύτερα μετ’ ἐκεῖνον τετίμηκεν ὁμολογῶν ἀκολακεύτως τὰ προσόντα αὐτοῖς. ἡ δὲ ὁμολογία δικαιοτάτη· παρ’ ὑμῶν μὲν οὐδέν, παρὰ δὲ τοῦ θεοῦ λήψομαι, οὗ κτήματα τὰ πάντα, δι’ ὑμῶν δὲ ἴσως· ὄργανα γὰρ ὑπηρετήσοντα ταῖς ἀθανάτοις αὐτοῦ χάρισι γεγένησθε. ὁ δὲ ἀπερίσκεπτος διάνοιαν τυφλωθείς, ᾗ τὸ ὂν μόνῃ καταληπτόν ἐστιν, αὐτὸ μὲν οὐδαμῇ οὐδαμῶς εἶδε, τὰ δὲ ἐν κόσμῳ σώματα αἰσθήσεσι ταῖς ἑαυτοῦ, ἃ δὴ πάντων ἐνόμισε γινομένων αἴτια. παρὸ καὶ θεοπλαστεῖν ἀρξάμενος ἀγαλμάτων καὶ ξοάνων καὶ ἄλλων μυρίων ἀφιδρυμάτων ὕλαις διαφόροις τετεχνιτευμένων κατέπλησε τὴν οἰκουμένην, γραφεῦσι καὶ πλάσταις, οὓς ὑπερορίους ὁ νομοθέτης τῆς κατ’ αὐτὸν πολιτείας ἤλασεν, ἆθλά τε μεγάλα καὶ τιμὰς ὑπερβαλλούσας ἰδίᾳ τε καὶ κοινῇ ψηφισάμενος, καὶ κατειργάσατο τοὐναντίον οὗ προσεδόκησεν, ἀντὶ ὁσιότητος ἀσέβειαν· τὸ γὰρ πολύθεον ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθεότητα κατασκευάζει , καὶ θεοῦ τιμῆς ἀλογοῦσιν οἱ τὰ θνητὰ θειώσαντες· οἷς οὐκ ἐξήρκεσεν ἡλίου καὶ σελήνης, εἰ δὲ ἐβούλοντο, καὶ γῆς ἁπάσης καὶ παντὸς ὕδατος εἰκόνας διαπλάσασθαι, ἀλλ’ ἤδη καὶ ἀλόγοις ζῴοις καὶ φυτοῖς τῆς τῶν ἀφθάρτων τιμῆς μετέδοσαν. ὁ δὴ τούτοις ἐπιτιμῶν τὸν ἐπινίκιον ὕμνον ἐξάρχων ἐδείχθη.