<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="1"><p><milestone unit="altref" n="1"/> Τὰ μὲν τοῖς ἄλλοις φιλοσόφοις εἰρημένα περὶ μέθης, ὡς οἷόν <note xml:lang="mul" type="marginal">Ι p. 357</note>
τε ἦν, ἐν τῇ πρὸ ταύτης ὑπεμνήσαμεν βίβλῳ, νυνὶ δὲ ἐπισκεψώμεθα
 τίνα τῷ πάντα μεγάλῳ καὶ σοφῷ νομοθέτῃ περὶ αὐτῆς δοκεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="2"><p>πολλαχοῦ
γὰρ τῆς νομοθεσίας οἴνου καὶ τοῦ γεννῶντος φυτοῦ τὸν οἶνον ἀμπέλου
διαμέμνηται· καὶ τοῖς μὲν ἐμπίνειν ἐπιτρέπει, τοῖς δ’ οὐκ ἐφίησι, <lb n="5"/>
καὶ τοῖς αὐτοῖς ἔστιν ὅτε προστάττει τἀναντία, οἴνῳ χρῆσθαί τε καὶ μή.
οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν μεγάλην εὐχὴν εὐξάμενοι (Num. 6, 2 sqq.),
οἷς δὲ ἀκράτῳ χρῆσθαι ἀπείρηται οἱ λειτουργοῦντες ἱερεῖς (Lev. 10, 9),
οἱ δὲ προσφερόμενοι τὸν οἶνον μυρίοι τῶν ἐπ’ ἀρετῇ μάλιστα καὶ παρ’
 αὐτῷ τεθαυμασμένων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="3"><p>πρὶν δὲ περὶ τούτων ἄρξασθαι λέγειν, τὰ συντείνοντα <lb n="10"/>
πρὸς τὰς κατασκευὰς αὐτῶν ἀκριβωτέον. ἔστι δ’ ὥς γ’ οἶμαι
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="4"><p> τάδε· <milestone unit="altref" n="2"/> σύμβολον τὸν ἄκρατον Μωυσῆς οὐχ ἑνὸς ἀλλὰ πλειόνων
εἶναι νομίζει, τοῦ ληρεῖν καὶ παραπαίειν, ἀναισθησίας παντελοῦς, ἀπληστίας ἀκορέστου καὶ δυσαρέστου ἐπιθυμίας καὶ εὐφροσύνης τῆς τἄλλα
περιεχούσης καὶ πᾶσι τοῖς εἰρημένοις ἐμφαινομένης γυμνότητος, ᾗ τὸν <lb n="15"/>
Νῶε <milestone unit="altpage1" n="p. 358"/>  μεθυσθέντα φησὶ χρήσασθαι. τὸν μὲν οὖν οἶνον λέγεται ταῦτα
 ἐργάζεσθαι. μυρίοι δὲ καὶ τῶν οὐ προσαψαμένων ἀκράτου νήφειν ὑπολαμβάνοντες τοῖς ὁμοίοις ἁλίσκονται· </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg011.1st1K-grc1" subtype="section" n="5"><p>καὶ ἔστιν ἰδεῖν τοὺς μὲν αὐτῶν
<note xml:lang="mul" type="footnote">φίλωνος περὶ μέθης G, φίλωνος σοφοῦ ἰουδαίου περὶ μέθης λόγος ιβ' U, περὶ μέθης τοῦ αὐτοῦ λόγος πρῶτος F, περὶ μέθης Η
<lb/>2 ἐπισκεψώμεθα FH: ἐπισκεψόμεθα GU 
<lb/>4 γενῶντος Η
<lb/>6 ἐστι H ὅτε — τε om., scd liu.
<lb/>8 post ἀκράτῳ inserit verba ἐστιν ὅτε — καὶ μὴ Η κεχρῆσθαι καὶ Η, με χρῆσθαι καὶ L
<lb/>7 οὗτοι] ὅτι F 
<lb/>8 δὲ om. Η ἱερεῖς GUFL2: αὐτοῖς HL i
<lb/>9 μάλιστα τῶν ἐπ’ ἀρετὴ H 
<lb/>11 δὲ Η γ’ om. H
<lb/>12 τῶδε Η, om. L σύμβουλον U
<lb/>14 ἐπιθυμίας Mang.: εὐθυμίας codd. ἀφροσύνης F
<lb/>15 #x003E; πᾶσι couicio ἐμφερομένης conicio
<lb/>17 μυρίοις U</note>  

<pb n="v.2.p.171"/>
ἀφραίνοντάς τε καὶ ληροῦντας, τοὺς δ’ ἀναισθησίᾳ παντελεῖ κατεσχημένους,
τοὺς δὲ μηδέποτε πληρουμένους, αἰεὶ δὲ τῶν ἀνηνύτων διψῶντας
διὰ χηρείαν ἐπιστήμης, τοὺς δ’ ἔμπαλιν γανουμένους καὶ εὐφραινομένους,
τοὺς δὲ τῷ ὄντι γυμνουμένους.</p></div></div></body></text></TEI>