<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="81"><p>ἑλοῦ δ’ εἰ θέλεις ἣν ἂν διανοηθῇς μικρὰν ἢ μείζονα τέχνην καὶ τὸν κατὰ ταύτην
γενόμενον ἄριστόν τε καὶ δοκιμώτατον, εἶτα κατανόησον εἰ τὰ ἐπαγγέλματα
τῆς τέχνης ἰσάζει τοῖς ἔργοις τοῦ τεχνίτου· σκοπῶν γὰρ εὑρήσεις
<lb n="25"/> ταῦτα ἐκείνων οὐ βραχέσιν ἀλλὰ μεγάλοις διαστήμασιν ἀποδέοντα, σχεδὸν ἀδυνάτου καθεστῶτος πρὸς ἡντινοῦν τελειωθῆναι τέχνην πηγῆς
τρόπον ἀεὶ καινουμένην καὶ θεωρημάτων  παντοίων ἰδέας ἀνομβροῦσαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="82"><p>διὰ τοῦθ’ ὅρκος ὠνομάσθη προσφυέστατα τὸ πίστεως βεβαιοτάτης
<note xml:lang="mul" type="footnote"><lb/>2 ἵσταται G
<lb/>3 ὡς ἄν εἰ G συμβόλων HL1: σύμβολον MGUFL2 πέρας] τέλος M
<lb/>5 κάλιστον M post τίκτει add. ἧ G2, ὁ U
<lb/>6 δ’ add. Mang. καλεῖται G
<lb/>9 εἶπαν MH εὕρωμεν G αὐτῶ G
<lb/>11 περὶ] παρ’ M ὀλιγόρως M
<lb/>12 ὀρύττουσιν M 12.
<lb/>13 ἐναφανεῖς G
<lb/>13 ἅπασιν] ἀμφοτέροις conicio ἐστιν H
<lb/>14 ψυχὴ] ἀρχὴ UF
<lb/>16 οὐχ εὗρον G2H: ἀνεῦρον MUF(G1)
<lb/>17 ἐμβαθύνοντες MUF: ἐμβαθοῦντες G, ἐμβατεύοντες Η
<lb/>18 φησιν MF
<lb/>22 μείζω M 
<lb/>25 ἀποδέοντας M, ἀποδέονται F
<lb/>26 ἡντιναοῦν M
<lb/>27 καινουμένην Mang.: κινουμένην codd.
<lb/>28 βεβαιοτάτης MGDF: βεβαιότατον Η</note> <note xml:lang="lat" type="footnote"><lb/>20 Platonis Apol. p.
<lb/>21 D.</note>  

<pb n="v.2.p.150"/>
σύμβολον μαρτυρίαν θεοῦ περιεχούσης. <milestone unit="altpage1" n="p. 342 M."/>  ὡς γὰρ ὁ ὀμνὺς τῶν ἀμφισβητουμένων καλεῖ θεὸν μάρτυρα, ἐπ’ οὐδενὶ οὕτως ἔστιν εὐορκῆσαι ὡς ἐπὶ
 τῷ μηδεμιᾶς ἐπιστήμης εὑρίσκεσθαι παρὰ τῷ τεχνίτῃ τέλος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="83"><p>ὁ δὲ
αὐτὸς λόγος καὶ ἐπὶ τὰς ἄλλας ὅσαι περὶ ἡμᾶς δυνάμεις ὀλίγου δεῖν
κεχώρηκεν· ὥσπερ γὰρ ἐν τῷ λεχθέντι φρέατι ὕδωρ φασὶ μὴ εὑρεθῆναι, <lb n="5"/>
οὕτως οὐδὲ ἐν ὀφθαλμοῖς τὸ ὁρατὸν οὐδ’ ἐν ὠσὶ τὸ ἀκούειν οὐδ’ ἐν
μυκτῆρσι τὸ ὀσφραίνεσθαι οὐδὲ συνόλως ἐν αἰσθήσεως ὀργάνοις τὸ αἰσθάνεσθαι,
 κατὰ τὸ παραπλήσιον δὲ οὐδ’ ἐν νῷ τὸ καταλαμβάνειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="84"><p>πῶς
γὰρ ἂν παρορᾶν ἢ παρακούειν ἢ παρανοεῖν συνέβαινεν, εἴπερ ἐν τούτοις
πάγιαι ἦσαν αἱ ἀντιλήψεις ἑκάστου, ἀλλὰ μὴ ἐπ’ αὐτῶν θεοῦ σπείροντος <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="85"><p> τὸ βέβαιον ἐπεφύκεσαν; <milestone unit="altref" n="20"/> ἱκανῶς οὖν καὶ περὶ τοῦ χωρίου διειλεγμένοι,
ἐν ᾧ τὸ δένδρον ἀνθεῖ, καὶ περὶ τοῦ καρποῦ τελευταῖον ἐξεργασώμεθα.
τίς οὖν ὁ καρπὸς αὐτοῦ, αὐτὸς ὑφηγήσεται· „ἐπεκάλεσε“ γὰρ
 „τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33).</p></div></div></body></text></TEI>