<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="66"><p>ὃ νομοθέτης ἐκδιδάσκει φρονεῖν δεῖν τοὺς μηδὲν χρῆμα τῶν ἐν γενέσει γνωρίζοντας, ἀπογινώσκοντας δὲ ὅσα γενητὰ διὰ τὴν πρὸς τὸν ἀγένητον
<lb n="5"/> οἰκειότητα, ὃν μόνον πλοῦτον καὶ εὐδαιμονίας ὅρον τελεωτάτης ἐνόμισαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="67"><p>μηκέτι νῦν οἱ τὰς βασιλείας καὶ ἡγεμονίας ἀναψάμενοι μεγαλαυχείτωσαν, οἱ μὲν ὅτι μίαν πόλιν ἢ χώραν ἢ ἔθνος ἓν ὑπηγάγοντο, οἱ δὲ ὅτι πάντα
μὲν γῆς κλίματα μέχρι τῶν περάτων αὐτῆς, πάντα δὲ Ἑλληνικὰ καὶ
βαρβαρικὰ ἔθνη, πάντας δὲ ποταμοὺς καὶ τὰ ἄπειρα πλήθει καὶ μεγέθει
<lb n="10"/> πελάγη προσεκτήσαντο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="68"><p>καὶ γὰρ εἰ μετὰ τούτων τῆς μεταρσίου φύσεως, ὃ μηδὲ εἰπεῖν εὐαγές, ἣν μόνην ἐκ πάντων ἀδούλωτον καὶ ἐλεύθερον ὁ
ποιητὴς εἰργάσατο, ἐπεκράτησαν, ἰδιῶται νομισθεῖεν ἂν κατὰ σύγκρισιν
  <milestone unit="altpage2" n="p. 340 M."/> μεγάλων βασιλέων, οἳ τὸν θεὸν κλῆρον ἔλαχον· ὅσῳ γὰρ ὁ κτησάμενος
τὸ κτῆμα τοῦ κτήματος ἀμείνων καὶ τὸ πεποιηκὸς τοῦ γεγονότος,
<lb n="15"/> τοσούτῳ βασιλικώτεροι ἐκεῖνοι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="69"><p><milestone unit="altref" n="17"/> τοὺς μὲν οὖν πάντα τοῦ σπουδαίου φάσκοντας εἶναι παραδοξολογεῖν ᾠήθησάν τινες ἀφορῶντες εἰς τὴν
ἐκτὸς ἔνδειάν τε καὶ περιουσίαν καὶ μηδένα τῶν ἀχρημάτων ἢ ἀκτημόνων πλούσιον νομίζοντες. Μωυσῆς δὲ οὕτως περίβλεπτον καὶ περιμάχητον ἡγεῖται σοφίαν, ὥστε οὐ μόνον τὸν σύμπαντα κόσμον ἀξιόχρεω
<lb n="20"/> κλῆρον αὐτῆς ἀλλὰ καὶ τὸν τῶν ὅλων ἡγεμόνα νομίζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="70"><p>τὰ δὲ δόγματα οὐκ ἐπαμφοτεριζόντων ταῦτ’ ἐστίν, ἀλλὰ βεβαίᾳ πίστει κατεσχημένων·
ἐπεὶ καὶ νῦν εἰσί τινες τῶν ἐπιμορφαζόντων εὐσέβειαν, οἳ τὸ
πρόχειρον τοῦ λόγου παρασυκοφαντοῦσι φάσκοντες οὔθ’ ὅσιον οὔτ’
ἀσφαλὲς εἶναι λέγειν ἀνθρώπου θεὸν κλῆρον.</p></div></div></body></text></TEI>