τελειότατον γὰρ ἥρμοττε τὸ μέγιστον τῶν ἔργων τῷ μεγίστῳ δημιουργῷ διαπλάσασθαι, τελειότατον δὲ οὐκ ἂν ἦν, εἰ μὴ τελείοις συνεπληροῦτο μέρεσιν· ὥστε ἐκ γῆς ἁπάσης καὶ παντὸς ὕδατος καὶ ἀέρος καὶ πυρός, μηδενὸς ἔξω μηδὲ τοῦ βραχυτάτου καταλειφθέντος, συνέστη ὅδε ὁ κόσμος. ἀνάγκη τοίνυν ἐκτὸς ἢ κενὸν ἢ μηδὲν εἶναι. εἰ μὲν δὴ κενόν, πῶς τὸ πλῆρες καὶ ναστὸν καὶ τῶν ὄντων βαρύτατον οὐ βρίθει ταλαντεῦον στερεοῦ μηδενὸς ἐπερείδοντος; ἐξ οὗ φάσματι ἂν ἐοικέναι δόξαι, ζητούσης ἀεὶ τῆς διανοίας βάσιν σωματικήν, ἣν πᾶν ἔχειν εἰκός, ἐάν τι κινούμενον τυγχάνῃ, τὸν δὲ δὴ κόσμον καὶ διαφερόντως, ὅτι τὸ μέγιστον σωμάτων ἐστὶ καὶ πλῆθος ἄλλων σωμάτων ὡς οἰκεῖα ἐγκεκόλπισται μέρη. 1 ὀχυροῦτο M 2 αὐτῶ U ὁ οὐρανὸς UF καὶ addidi 2—7 ὀχεῖσθαι—ἀέρι om. Ε 3 δέος Mang.: δέον MGFH, δὲ alterum ὕδατι] ἔλατι M, ὑγρότητι conicio 4. 5 θαυμαστοποιὸς H 6 τῶν ψυχροτάτων H 7 ἱδρῦσθαι scripsi: ἱδρύσασθαι eodd. 8 οὗ MFHE: οὐ U, om. G 10 οὑν secludit Cohn καθῆκεν U 11 ἐρήρισται MG οὖν GH2: om. MUFH1E 12 πᾶσαν om. E 13 διακοσμήσαντος] οἰκονομήσαντος L 15 δ’ D 15. 16 ὥστε εἰ τῆς ἁπάσης ὕλης μηδὲν ἔξω μηδὲ τῆς βραχυτάτης καταλειφθείσης E 15 ἐκ] εἰ GFE 15. 16 ἐκ γῆς ἀπάσης] spat. 8—9 litt. M 16 μηδέ om. G 17 ὅδ’ τοίνυν] λοιπὸν b 18 bis καινὸν G πῶς] πρὸς G τὸ πλῆρες H: τὸν πλήρης M, τὸν πλήρη GUFE 19 τῶν corr. in τὸν G οὐ βρίθει] ὑβρίσθη U, εὑρέθη E ταλαντεύων M 19. 20 ὑπερείδοντος conicio 20 ἔξω; ὃ φάσματι conicio φασματίαν F 21 ἣν add. in appendice Turn. πᾶν] ποίαν Η τι Turn.: τε codd., γε Ε (probat Cohn) 22 δὲ] τε G 23 ἄλλων om. M ἐγκαλλώπισται MG, ἐγκεκολωπίσθαι F τὰς δυσωπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλοιτο τὰς ἐν τοῖς διαπορηθεῖσι, λεγέτω μετὰ παρρησίας, ὅτι οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως, ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι, λόγος δὲ ὁ ἀίδιος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν. οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν τῆς φύσεως δρόμον ἀήττητον συνάγων τὰ μέρη πάντα καὶ σφίγγων· δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ. εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ’ ὑπὸ ἀέρος σβεσθήσεται πῦρ, οὐδ’ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν καθάπερ φωνήεντα στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγραμμάτου φωνῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συναγωγῷ μεσιτεύοντός τε καὶ διαιτῶντος.