<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="56"><p>οἱ δὲ αὐτοὶ καὶ τῶν κατὰ τὴν χώραν ἁπάντων ὄντες
κτημάτων δεσπόται καὶ ὅσων ἐπικρατεῖν οἱ ἰδιῶται δοκοῦσι, μόνα ταῦτα
ἔχειν νομίζονται, ἅπερ ἐπιτρόποις καὶ ἐπιμεληταῖς ἐγχειρίσαιεν, ἀφ’ ὧν
καὶ τὰς ἐτησίους προσόδους ἐκλέγουσιν· εἰς ἃ πολλάκις ἀνέσεως καὶ <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ δὲ ἡτοιμάσθαι Η
<lb/>2 ὑπολάβοι MGFHbr: ὑπολάβῃ Ua v
<lb/>3 τὸ] τὸν MUF γεγονότων ἀναγκαίως ἐπεβόησε Μωυσπης λέγων· κύριος βασιλεύων E τὸν αἰῶνα MGUF: τῶν αἰώνων HE
<lb/>4 καὶ ante ἔτι om. UF βασιλέα scripsi: βάσι M, βασιλεῖ GUF, βασιλεὺς H δεῖσθαι MGUF: δεῖται Η δὲ] δὲ δὴ V
<lb/>5 κλῆρος M λέγεται U
<lb/>6 καὶ ἔλαυσιν M
<lb/>9 λόγῳ] λόφῳ coni. Mang. καταφύτευσον M: κατεφύτευσε FL2, καταφύτευε G2H2L1, κατεφύτευε G1UH1 
<lb/>14 ἀνηγεμόνευτον om. G παρά σου F
<lb/>15 δὲ om. F
<lb/>16 ἔχει G2H: ἔχοι MG1UFL κληροδοσίας MGF
<lb/>17 μὲν <add>γὰρ</add> conicio
<lb/>18 ὄντων 
<lb/>20 οἷς GFH: οἲ MU
<lb/>21 ἐπιμέλειαν om. F
<lb/>22 καίτοι τῶν coni. Mang. 
<lb/>24 νομίζονται H: νομίζοντες MGUF ἐγχειρίσαιεν Η: ἐγχειρήσαιεν M, ἐγχειρῆσαι G, ἐγχειρίσαι UF
<lb/>25 ἐκλόγους εἰς M</note> <note xml:lang="mul" type="footnote">2—4 ἀλλ’ ὅπως—ἔτι habet E, II p. 608,36—40 M.</note>  

<pb n="v.2.p.145"/>
εὐθυμίας ἕνεκα προσέρχονται τὸ βαρύτατον τῶν ἐν πολιτείᾳ καὶ βασιλείᾳ
φροντίδων ἄχθος ἀποτιθέμενοι· καὶ καλεῖται μέντοι ταῦτα τὰ κτήματα
αὐτοῖς βασιλικά.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="57"><p>καὶ μὴν ἄργυρός τε καὶ χρυσὸς καὶ ὅσα ἄλλα κειμήλια παρὰ τοῖς ἀρχομένοις θησαυροφυλακεῖται τῶν ἡγουμένων μᾶλλον ἢ τῶν
<lb n="5"/> ἐχόντων ἐστίν, ἀλλ’ ὅμως ἴδιοι τῶν βασιλέων θησαυροὶ λέγονται, ἐν οἷς
οἱ ταχθέντες τῶν φόρων ἐκλογισταὶ <add>τὰς</add> ἀπὸ τῆς χώρας προσόδους
κατατίθενται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="58"><p>μηδὲν οὖν θαυμάσῃς, εἰ καὶ τοῦ πανηγεμόνος θεοῦ τὸ ἐφ’ ἅπασι κράτος εἰληχότος ἐξαίρετος κλῆρος εἶναι λέγεται ψυχῶν σοφῶν ὁ
θίασος, ὁ ὀξυωπέστατα ὁρῶν, ἀμέμπτῳ καὶ ἀκραιφνεῖ κεχρημένος τῷ
<lb n="10"/> διανοίας ὄμματι, μύσαντι μὲν οὐδέποτε, ἀεὶ δὲ ἀναπεπταμένῳ καὶ
εὐθυτενῶς βλέποντι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="59"><p><milestone unit="altref" n="14"/> οὐ διὰ τοῦτο μέντοι καὶ ἐν ᾠδῇ τῇ μείζονι λέγεται· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους
σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς
διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="60"><p><lb n="15"/> καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰσραήλ“ (Deut. 32, 7 — 9) ; ἰδοὺ γὰρ πάλιν μερίδα καὶ κλῆρον εἴρηκε θεοῦ τὸν ὁρατικὸν αὐτοῦ καὶ
γνήσιον θεραπευτὴν τρόπον, τοὺς δὲ γῆς παῖδας, οὓς Ἀδὰμ ὠνόμασεν
υἱούς, ἐσπάρθαι καὶ ἀνασκεδασθῆναι καὶ ἐπισυναχθῆναι, στῖφος δὲ
γενέσθαι ἡγεμόνι χρήσασθαι ὀρθῷ λόγῳ μὴ δυναμένους. τῷ γὰρ ὄντι
<lb n="20"/> ἁρμονίας μὲν καὶ ἑνώσεως αἴτιον ἀρετή, διαλύσεως δὲ καὶ διαρτήσεως
ἡ ἐναντία διάθεσις.</p></div></div></body></text></TEI>