<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="51"><p>ἀλλ’ ὅπως μηδεὶς ὑπολάβοι τὸν ποιητὴν χρεῖον εἶναί τινος
τῶν γεγονότων, τὸ ἀναγκαιότατον ἐπιφωνήσει· „βασιλεύων τὸν αἰῶνα
καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“· βασιλέα δὲ οὐδενὸς δεῖσθαι, τὰ δὲ ὑπήκοα
 βασιλέως θέμις πάντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="52"><p>τινὲς δὲ ἔφασαν κλῆρον εἶναι καὶ λέγεσθαι <lb n="5"/>
θεοῦ τὸ ἀγαθόν, οὗ τὴν χρῆσιν καὶ ἀπόλαυσιν εὔχεσθαι νυνὶ Μωυσῆν
προσγενέσθαι· εἰσαγαγών, γάρ φησιν, ἡμᾶς οἷα παῖδας ἄρτι μανθάνειν
ἀρχομένους διὰ τῶν σοφίας δογμάτων καὶ θεωρημάτων καὶ μὴ ἀστοιχειώτους
 ἐάσας ἐν ὑψηλῷ καὶ οὐρανίῳ λόγῳ καταφύτευσον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="53"><p>κλῆρος γὰρ
οὗτος ἑτοιμότατος καὶ προχειρότατος οἶκος, ἐπιτηδειότατον ἐνδιαίτημα, <lb n="10"/>
ὃ „κατειργάσω ἅγιον“· ἀγαθῶν γὰρ καὶ ἁγίων, ὦ δέσποτα, ποιητὴς ὢν
τυγχάνεις, ὡς ἔμπαλιν κακῶν καὶ βεβήλων γένεσις ἡ φθαρτή. βασίλευε
δὴ τὸν ἄπειρον αἰῶνα ψυχῆς τῆς ἱκέτιδος μηδὲ ἀκαρὲς ἐῶν αὐτὴν
ἀνηγεμόνευτον· ἡ γὰρ ἀδιάστατος παρὰ σοὶ δουλεία τῆς μεγίστης ἀρχῆς,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="54"><p> οὐκ ἐλευθερίας μόνον ἀμείνων. <milestone unit="altref" n="13"/> πολλοῖς δὲ ἂν τάχα που ζήτησιν <lb n="15"/>
παράσχοι, τίνα ἔχει λόγον τὸ „εἰς ὄρος κληρονομίας σου“· κληροδοτεῖν
μὲν θεὸν ἀναγκαῖον, κληρονομεῖν δὲ ἴσως οὐκ εὔλογον πάντων αὐτοῦ
 κτημάτων ὄντων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="55"><p>ἀλλὰ μήποτε τοῦτο λέγεται ἐπὶ τῶν κατὰ τὸν ἐξαίρετον οἰκειώσεως λόγον δεσποζομένων πρὸς αὐτοῦ, καθάπερ οἱ βασιλεῖς
ἁπάντων μὲν ἄρχουσι τῶν ὑπηκόων, διαφερόντως δὲ τῶν οἰκετῶν, οἷς <lb n="20"/>
πρὸς <milestone unit="altpage1" n="p. 338 M."/>  τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ τὴν ἄλλην δίαιταν ὑπηρέταις
 εἰώθασι χρῆσθαι.</p></div></div></body></text></TEI>