<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="46"><p><milestone unit="altref" n="12"/> τοιαῦτα μὲν δὴ δένδρα ὁ μόνος σοφὸς ἐν ψυχαῖς λογικαῖς ἐρρίζου. Μωυσῆς δὲ
<lb n="5"/> οἰκτιζόμενος τοὺς μετανάστας ἐκ τοῦ τῶν ἀρετῶν παραδείσου γεγονότας
καὶ τὸ αὐτεξούσιον τοῦ θεοῦ κράτος αὐτοῦ καὶ τὰς ἵλεως καὶ ἡμέρους
δυνάμεις εὔχεται, ὅθεν ὁ γήινος νοῦς Ἀδὰμ πεφυγάδευται, κεῖθι τοὺς
ὁρατικοὺς ἐμφυτευθῆναι· λέγει γάρ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="47"><p>„εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, κύριε,
<lb n="10"/> ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου· κύριος βασιλεύων τὸν αἰῶνα καὶ
 ἐπ’ αἰῶνα καὶ ἔτι“ (Exod. 15,17. 18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="48"><p><milestone unit="altpage2" n="p. 337 M."/> οὐκοῦν σαφέστατα εἰ καί τις ἄλλος ἔμαθεν, ὅτι τὰ σπέρματα καὶ τὰς ῥίζας ἁπάντων καθεὶς ὁ θεὸς
αἴτιός ἐστι τοῦ τὸ μέγιστον ἀναβλαστῆσαι φυτόν, τόνδε τὸν κόσμον, ὃν
καὶ νῦν ἔοικεν αἰνίττεσθαι δι’ αὐτοῦ τοῦ λεχθέντος ᾄσματος „ὄρος“
<lb n="15"/> αὐτὸν „κληρονομίας“ εἰπών· ἐπειδὴ τοῦ πεποιηκότος οἰκειότατον τὸ
γενόμενον κτῆμα καὶ κλῆρος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="49"><p>εὔχεται οὖν ἡμᾶς ἐν τούτῳ φυτευθῆναι, οὐχ ἵνα ἄλογοι καὶ ἀφηνιασταὶ γενώμεθα τὰς φύσεις, ἀλλ’ ἵνα ἑπόμενοι
τῇ τοῦ τελειοτάτου διοικήσει τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν
αὐτοῦ διέξοδον ἀπομιμούμενοι σώφρονι καὶ ἀπταίστῳ βίῳ χρώμεθα·
<lb n="20"/> τὸ γὰρ ἀκολουθίᾳ φύσεως ἰσχῦσαι ζῆν εὐδαιμονίας τέλος εἶπον οἱ
πρῶτοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="50"><p>καὶ μὴν τά γε αὖθις λεγόμενα συνᾴδει τῷ προτεθέντι, τὸ τὸν κόσμον εὐτρεπῆ καὶ ἕτοιμον αἰσθητὸν οἶκον εἶναι θεοῦ, τὸ κατειργάσθαι
καὶ μὴ ἀγένητον εἶναι, ὡς ᾠήθησάν τινες, τὸ „ἁγίασμα“, οἷον ἁγίων
ἀπαύγασμα, μίμημα ἀρχετύπου, ἐπεὶ τὰ αἰσθήσει καλὰ τῶν νοήσει
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνακληθέντα scripsi: μετακλιθῆναι MH, μετακληθῆναι GF, μεταβληθῆναι U πρὸς] καὶ M 2.
<lb/>3 ἀπώνετο M, ἀπόνηται conicici
<lb/>3 αὖ τὰ M: αὐτά UFH, αὐτὰ τὰ GL
<lb/>4 ἐρίζου MU
<lb/>6 καὶ] κατὰ L1 τοῦ MGUF: τὸ H αὐτοῦ post ἡμέρους transponit Cohn prius καὶ Η: om. MGUF 
<lb/>8 καταφύτευσον G: καταφυτεύσεις ceteri
<lb/>9 εἰς ὅρους L κληρονομίας scripsi (cf. lin. 15): κληροδοσίας codd.
<lb/>9 εἰς ἔτιμον (ἕτοιμον) κατοικητήριόν σου ὃ in ras. ἕδρασμα εἰς καθέδραν σου ceteri κυρίου MUFH
<lb/>10 ὃ ἡτοίμασαν αἵ in ras. G: ἥδρασαν ceteri βασιλεύων GH2: βασιλεύει MUFH1 τὸν] τῶν <lb n="2"/> 10.
<lb/>11 αἰώνων καὶ ἐπ’ H in mg. καὶ ἐπ’ αἰῶνα H: om. MGUF
<lb/>11 καὶ ἔτι] ἔτι UFi
<lb/>12 ὅτι καὶ τὰ M
<lb/>13 τοῦ τὸ GH: τοῦτο MUF, καὶ τοῦ τὸ Mang. „ex Ms. “ (!) Ι6 γινόμενον M
<lb/>18 τὰ om. M 
<lb/>19 σωφρονικῶ καὶ F
<lb/>21 τὸ scripsi: τῶ codd.
<lb/>22 εὐτρεπῆ M: εὐπρεπῆ GUFH τὸ] τῶ U
<lb/>23 ἀγέννητον UH post τὸ add. δὲ H2 <add>ὠνομάσθαι</add> οἷον conicio
<lb/>24 ἀρχετύπου H2: ἀρχέτυπον ceteri ἐπεὶ H: ἐπὶ MGUF τῶν codd.: καὶ v νοήσει H: οἰήσει MGUF</note>  

<pb n="v.2.p.144"/>
καλῶν εἰκόνες, τὸ ἡτοιμάσθαι ὑπὸ χειρῶν θεοῦ, τῶν κοσμοποιῶν αὐτοῦ
 δυνάμεων.</p></div></div></body></text></TEI>