<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="41"><p>τὰ μὲν οὖν ἀνθρώπου κτήματα φρουροὺς ἔχει καὶ φύλακας ἀγριωτάτους θῆρας εἰς τὴν τῶν ἐπιόντων καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτὴν] αὐτὸν L
<lb/>3 εἰδήσει G συνέσεως Η: συνθέσεως MGUF
<lb/>5 ἧς addidi αὕτη MF: αὐτὴ G, αὐτὴ U, αὐτῆς Η
<lb/>7 καὶ om. M
<lb/>10 ἄρτι F 11.
<lb/>12 ἀνασκιρτούσης M
<lb/>12 ἥδιστον conicio
<lb/>14 Μωυσέως U: μωυσέος MGFH, Μώσεως Turn. δὴ U: δὲ MGH, δὲ οὗτος F
<lb/>16 παρακεκινημένος H: παρακεκινημένως MGUF
<lb/>17 θεῖον καὶ οὐράνιον F ἐν add. Maug.
<lb/>18 ἀνθρωπίνης ἀγαθῆς MG ἀλήκτους scripsi: ἀλύκτους U, ἀλέκτως GF, καὶ ἀλέκτως M, om. H 18.
<lb/>19 δυσχεράνας Η2: δυσχεράναντος ceteri
<lb/>19 θείας FH: θείου MGU κατοκωχῆς coni. Cohn συναρπασθεὶς Η2: συναρπασθέντα ceteri οἴστρων conicio
<lb/>20 ἐνευφραινόμενος Η: ἐνευφραινομένου MGUF μόνου μόνω M
<lb/>21 σκοπταῖον G
<lb/>22 νυκτηφόρον H 22.
<lb/>23 πυριαυγέστατον Η 
<lb/>23 ἀνατέλλουσα M
<lb/>24 ἥλιος GH: ὅλος MUF οὐρανὸν M κύκλον om. M
<lb/>25 διανοίαις FL2 ὅλον χωρίον Η</note>  

<pb n="v.2.p.142"/>
κατατρεχόντων ἄμυναν, τὰ δὲ τοῦ θεοῦ κτήματα λογικὰς φύσεις· „ἔθετο“ γάρ
φησιν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“, ὃ ἐπὶ λογικῶν μόνων τῶν
 ἀρετῶν ἐστιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="42"><p>αἱ οὖν ἀσκήσεις τε καὶ χρήσεις ἐξαίρετον γέρας παρὰ
τὰς τῶν ἄλλων ψυχὰς τουτὶ παρὰ τοῦ θεοῦ ἔλαβον· διὸ καὶ ἐμφαντικώτατα
εἴρηται, ὅτι τὸν ἐν ἡμῖν πρὸς ἀλήθειαν  ἄνθρωπον, <milestone unit="altpage1" n="p. 336 M."/>  τουτέστι τὸν
νοῦν, ἔθηκεν ἐν ἱερωτάτοις καλοκἀγαθίας βλαστήμασι καὶ φυτοῖς, ἐπεὶ <lb n="6"/>
[δὲ] τῶν διανοίας ἀμετόχων ἱκανὸν οὐδὲν ἀρετὰς γεωργῆσαι, ὧν τὸ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="43"><p> παράπαν λαμβάνειν οὐ πέφυκε κατάληψιν. <milestone unit="altref" n="11"/> οὐκ ἔστι δ’ οὖν
ἀπορητέον, τί δήποτε εἰς μὲν τὴν κιβωτόν, ἣν ἐν τῷ μεγίστῳ κατακλυσμῷ
κατασκευασθῆναι συνέβη, πᾶσαι τῶν θηρίων αἱ ἱδέαι εἰσάγονται, <lb n="10"/>
εἰς δὲ τὸν παράδεισον οὐδεμία· ἡ μὲν γὰρ κιβωτὸς σύμβολον ἦν
σώματος, ὅπερ ἐξ ἀνάγκης κεχώρηκε τὰς παθῶν καὶ κακιῶν ἀτιθάσους
κἀξηγριωμένας κῆρας, ὁ δὲ παράδεισος ἀρετῶν· ἀρεταὶ δὲ οὐδὲν ἀνήμερον
 ἢ συνόλως ἄλογον παραδέχονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="44"><p>παρατετηρημένως δὲ οὐ τὸν κατὰ
τὴν εἰκόνα τυπωθέντα ἄνθρωπον, ἀλλὰ τὸν πεπλασμένον εἰσαχθῆναί <lb n="1.0"/>
φησιν εἰς τὸν παράδεισον· ὁ μὲν γὰρ τῷ κατὰ τὴν εἰκόνα θεοῦ χαραχθεὶς
πνεύματι οὐδὲν διαφέρει τοῦ τὴν ἀθάνατον ζωὴν καρποφοροῦντος,
ὡς ἔμοιγε φαίνεται, δένδρου—ἄμφω γὰρ ἄφθαρτα καὶ μοίρας τῆς μεσαιτάτης
καὶ ἡγεμονικωτάτης ἠξίωται· λέγεται γὰρ ὅτι τὸ ξύλον τῆς ζωῆς
ἐστιν ἐν μέσῳ τοῦ παραδείσου (Gen. 2, 9) —, ὁ δὲ τοῦ πολυμιγοῦς <lb n="20"/>
καὶ γεωδεστέρου σώματος, ἀπλάστου καὶ ἁπλῆς φύσεως ἀμέτοχος, ἧς ὁ
ἀσκητὴς ἐπίσταται τὸν οἶκον καὶ τὰς αὐλὰς [τοῦ κυρίου] οἰκεῖν μόνος —
Ἰακὼβ γὰρ „ἄπλαστος οἰκῶν οἰκίαν“ εἰσάγεται (Gen. 25,27) —,
πολυτρόπῳ δὲ καὶ ἐκ παντοίων συνῃρημένῃ καὶ πεπλασμένῃ διαθέσει
 χρώμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="45"><p>τιθέναι οὖν ἐν τῷ παραδείσῳ, τῷ παντὶ κόσμῳ, ῥιζωθέντα <lb n="25"/>
εἰκὸς ἦν τὸν μέσον νοῦν, ὁλκοῖς πρὸς τἀναντία κεχρημένον δυνάμεσιν
<note xml:lang="mul" type="footnote">2.
<lb/>3 ὅ ἐστιν, ἐπὶ τῶν λογικῶν μόνον ἀρετῶν coni. Mang., ὃ ἐπὶ λογικῶν μόνων τῶν ἀρετῶν] ἔστιν <add>ἀκούειν</add> Cohn
<lb/>3 αἱ γοῦν ἀρετῆς δεκτικαὶ φύσεις 
<lb/>4 ἄλλων] ἀλόγων coni. Mang.
<lb/>5 τὸν μὲν ἐν G
<lb/>6 ἱερωτάτῳ M ἐπεὶ Cohn: ἐπὶ codd.
<lb/>7 δὲ secl. Cohn ἀμετόχων Turn.: μετοχῶν MG, μετόχων UFH οὐδέ M ἀρετὰς γεωργῆσαι seripsi: ἀρετῆς ἄρα τις HL1) ἐγεώργησεν codd., ἱκανὸς ἄρα οὐδείς τι γεωργῆσαι Mang.
<lb/>9 εἰς μὲν τὴν Η: ὡς μεγίστην MGUF
<lb/>12 κεχώρηκεν M ἀτιθάσους G: ἀτιθάσσους. MUFH
<lb/>13 οὐδὲ M 
<lb/>14 περιδέχονται M δ’ G τὸν om. F1
<lb/>15 πεπλανημένον L
<lb/>16 φασιν M τῶ MUH1: om. GH2, secL Cohn
<lb/>17 πνεύματι Η: σώματι MGUF, secL Cohn οὐδὲ U
<lb/>18 φαίνεσθαι U
<lb/>20 δὲ <add>πλαστὸς</add> coni. Cohn 21 om. G ἧς] ἣν F, ἣν L2
<lb/>22 οἰκεῖον MGF τοῦ κυρίου edusi
<lb/>24 ὁ ante πολυτρόπῳ add. Η2 δὲ codd.: τε Turn., δὲ vid. del. aut lin.
<lb/>21 scrib. σώματος <add>πλαστὸς</add> πεπλανημένη U
<lb/>25 τεθῆναι conicio παντὸς κόσμου μέσῳ 
<lb/>62 μέσον] μὲν σὸν G1F ὁλκοῖς scripsi: ὁλκαῖς codd. πρὸς] καὶ M</note>  

<pb n="v.2.p.143"/>
ἐπὶ τὴν διάκρισίν τε αὐτῶν ἀνακληθέντα, ἵνα πρὸς αἵρεσιν καὶ φυγὴν
ὁρμήσας, εἰ μὲν τὰ ἀμείνω δεξιώσαιτο, ἀθανασίας καὶ εὐκλείας ἀπόναιτο,
εἰ δ’ αὖ τὰ χείρω, ψεκτὸν θάνατον εὕρηται. </p></div></div></body></text></TEI>