<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="26"><p>τοιγαροῦν Μωυσῆς ὁ ταμίας καὶ φύλαξ τῶν τοῦ ὄντος ὀργίων ἀνακεκλήσεται· λέγεται γὰρ ἐν Λευιτικῇ βίβλῳ „ἀνεκάλεσε
<lb n="5"/> Μωυσῆν“ (Lev. 1, 1). ἀνακεκλήσεται δὲ καὶ ὁ τῶν δευτερείων ἀξιωθεὶς
Βεσελεήλ· καὶ γὰρ τοῦτον ἀνακαλεῖ ὁ θεὸς πρὸς τὴν τῶν ἱερῶν
κατασκευήν τε καὶ ἐπιμέλειαν ἔργων (Exod. 31,2 sqq.).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="27"><p>ἀλλ’ ὁ μὲν τὰ δευτερεῖα τῆς ἀνακλήσεως, Μωυσῆς δὲ ὁ πάνσοφος οἴσεται τὰ πρωτεῖα·
ἐκεῖνος μὲν γὰρ τὰς σκιὰς πλάττει καθάπερ οἱ ζωγραφοῦντες οἷς οὐ
<lb n="10"/> θέμις οὐδὲν ἔμψυχον δημιουργῆσαι — Βεσελεὴλ γὰρ ἐν σκιαῖς ποιῶν
ἑρμηνεύεται —, Μωυσῆς δὲ οὐ σκιὰς ἀλλὰ τὰς ἀρχετύπους φύσεις αὐτὰς
τῶν πραγμάτων ἔλαχεν ἀνατυποῦν. ἄλλως τε καὶ τὸ αἴτιον οἷς μὲν
τηλαυγέστερον καὶ ἀριδηλότερον ὡς ἂν ἐν ἡλίῳ καθαρῷ, οἷς δὲ ἀμυδρότερον
ὡς ἂν ἐν σκιᾷ τὰ οἰκεῖα εἴωθεν ἐπιδείκνυσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="28"><p><milestone unit="altref" n="7"/><milestone unit="altpage2" n="p. 334 M."/> Διεξεληλυθότες οὖν περὶ τῶν ὁλοσχερεστέρων ἐν κόσμῳ <lb n="16"/> φυτῶν ἴδωμεν ὃν τρόπον καὶ τὰ ἐν τῷ ἀνθρώπῳ, τῷ βραχεῖ κόσμῳ,
δένδρα ὁ πάνσοφος ἐδημιούργει θεός. αὐτίκα τοίνυν ὥσπερ βαθύγειον
χωρίον σῶμα τὸ ἡμέτερον λαβὼν δεξαμενὰς αὐτῷ τὰς αἰσθήσεις ἀπειργάζετο·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="29"><p>κἄπειθ’ οἷα φυτὸν ἥμερον καὶ ὠφελιμώτατον ἑκάστην αὐτῶν <lb n="20"/> ἐνετίθει, ἀκοὴν μὲν εἰς οὖς, ὄψιν δ’ εἰς ὄμματα καὶ εἰς μυκτῆρας
ὄσφρησιν καὶ τὰς ἄλλας εἰς τὰ οἰκεῖα καὶ συγγενῆ χωρία. μαρτυρεῖ δέ
μου τῷ λόγῳ ὁ θεσπέσιος ἀνὴρ ἐν ὕμνοις λέγων ὧδε· „ὁ φυτεύων οὖς
οὐκ ἀκούει; ὁ πλάσσων ὀφθαλμοὺς οὐκ ἐπιβλέψει“ (Psalm. 93,9) ;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="30"><p>καὶ τὰς διηκούσας μέντοι μέχρι σκελῶν τε καὶ χειρῶν καὶ τῶν ἄλλων
<lb n="25"/> τοῦ σώματος μερῶν, ὅσα ἐντός τε καὶ ἐκτός, δυνάμεις ἁπάσας εὐγενῆ
μοσχεύματα εἶναι συμβέβηκε.</p></div></div></body></text></TEI>