<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="171"><p>ὁ γὰρ ἄκρατος τὰ τῇ φύσει προσόντα ἐπιτείνειν καὶ σφοδρύνειν ἔοικεν εἴτε καλὰ
εἴτε καὶ τὰ ἐναντία, καθάπερ καὶ πολλὰ τῶν ἄλλων· ἐπεὶ καὶ χρήματα <lb n="5"/>
αἴτια μὲν ἀγαθῶν  <add>ἀγαθῷ</add>, κακῷ δέ, ὡς ἔφη τις, κακῶν· καὶ πάλιν
δόξα τοῦ μὲν ἄφρονος τὴν κακίαν ἐπιφανεστέραν, τοῦ δὲ δικαίου τὴν
ἀρετὴν εὐκλεεστέραν ἐπιφαίνει. οὕτως οὖν καὶ ὁ ἄκρατος ἀναχυθεὶς
τὸν μὲν πάθεσι κεχρημένον ἐμπαθέστερον, τὸν δὲ εὐπαθείαις εὐμενέστερον
 καὶ ἵλεω μᾶλλον ἀπειργάσατο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="172"><p>τίς γε μὴν οὐκ οἶδεν, ὅτι δυεῖν <lb n="10"/>
ἐναντίων ἐπειδὰν θάτερον εἶδος ἐφαρμόζῃ πλείοσι, καὶ θάτερον ἐξ ἀνάγκης συμβήσεται; οἷον λευκοῦ καὶ μέλανος ἐναντίων ὄντων, εἰ τὸ λευκὸν
ἀστείοις τε καὶ φαύλοις, καὶ τὸ μέλαν ἐξ ἴσου δήπουθεν ἀμφοτέροις,
οὐχὶ μόνοις προσέσται τοῖς ἑτέροις. καὶ μὴν τό γε νήφειν καὶ τὸ μεθύειν ἐναντία, μετέχουσι δὲ τοῦ νήφειν, ὡς ὁ τῶν προτέρων λόγος, <lb n="15"/>
ἀγαθοί τε καὶ φαῦλοι· ὥστε καὶ τὸ μεθύειν ἑκατέρῳ τῶν εἰδῶν ἐφαρμόττει. μεθυσθήσεται τοιγάρτοι καὶ ὁ ἀστεῖος μηδὲν τῆς ἀρετῆς ἀποβαλών.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="173"><p><milestone unit="altref" n="42"/> εἰ δ’ ὥσπερ ἐν δικαστηρίῳ μὴ μόνον ταῖς ἐντέχνοις
ἀποδείξεσιν, ἀλλὰ καὶ ταῖς ἀτέχνοις λεγομέναις χρηστέον, ὧν μία ἐστὶν
ἡ διὰ τῶν μαρτυριῶν, πολλοὺς καὶ εὐδοκίμους μαρτυροῦντας παρεξόμεθα <lb n="20"/>
παῖδας ἰατρῶν καὶ φιλοσόφων, οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι τὴν
 μαρτυρίαν σημαινομένους.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="174"><p>μυρίας γὰρ ἀπολελοίπασι συντάξεις ἐπιγράψαντες περὶ μέθης, ἐν αἷς περὶ ψιλῆς αὐτὸ μόνον χρήσεως οἴνου
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐμπρεπὲς scripsi: εὐπρεπὲς Clem., ἐμπρέπει codd. ἀγανοῦσθαι G, γάννυσθαι F 
<lb/>2 aut κακῶν aut ἐπιμονῇ dubitanter Mang.
<lb/>3 ἀφέλειαν coni. Mang. b τἀναντία M, ἐναντία Η
<lb/>6 αἴτια U: αἴσια MGFH ἀγαθῶν ἀγαθῷ scripsi: ἀγαθῶν MGFH, ἀγαθὸν U, ἀγαθῷ ἀγαθῶν v κακῷ Turn. : κακὰ codd. κακῶν GFH: κακὸν U, otn. M
<lb/>7 δικαίου δὲ M
<lb/>8 ἐμφαίνει M, ἐπιφέρει U καὶ om. M ἀναλυθεὶς G
<lb/>9 ἐμπαθέστερον scripsi: εὐπαθέστερον codd. εὐπαθείας GUF 
<lb/>10 ἵλεων V ὸἶδεν MGUF: εἶδεν Η δυοῖν MH
<lb/>11 ἐφαρμόζει GF, ἐφαρμόση U πλείοσιν M
<lb/>12 συμβήσηται U εἰ] εἰς UH
<lb/>13 τε καὶ] τ, tum spat. M ἐξίσου GUH
<lb/>14 πρόσεστι U ἑταίροις F
<lb/>14 15 καὶ τὸ — νήφειν om. U 15.
<lb/>16 ἐναντία—μεθύειν ora. F
<lb/>16 πῶς τε U ἑκατέρων UF
<lb/>17 καὶ om. M
<lb/>18 ταῖς] τοῖς M
<lb/>19 καὶ ἀτέχνοις G ἀτέχναις Η post λεγομέναις add. αἷς G
<lb/>20 διὰ om. H παραδεξόμεθα H
<lb/>22 ἐνσημηναμένους conicio
<lb/>23 ψιλοῦ G, οὐ G, in ras. χρήσεως οἴνου M: οἴνου GUFH, οἴνου post σκοποῦσιν transpos. H, οἴνου χρήσεως Mang.</note> <note xml:lang="lat" type="footnote">5.
<lb/>6 [Platonis] Eryxias p. 397 E</note>  

<pb n="v.2.p.169"/>
σκοποῦσιν, οὐδὲν περὶ τῶν ληρεῖν εἰωθότων προσεξετάζοντες, ἀλλ’ ὅλον τὸ
παροινίας παραπέμψαντες εἶδος· ὥστε καὶ παρὰ τούτοις σαφέστατα
ἀνωμολογῆσθαι, ὅτι τὸ μεθύειν ἦν τὸ οἰνοῦσθαι. οἴνου δὲ σπάσαι
πλείονος οὐκ ἂν εἴη χεῖρον ἐν καιρῷ σοφόν· οὐ τοίνυν διαμαρτησόμεθα
  <milestone unit="altpage2" n="p. 356 M."/> λέγοντες ὅτι μεθυσθήσεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="175"><p>ἐπεὶ δὲ οὐδεὶς καθ’ αὑτὸν ἀγωνιζόμενος <lb n="6"/> ἀναγράφεται νικῶν, εἰ δὲ ἀγωνίζεται, σκιαμαχεῖν μᾶλλον ἂν εἰκότως
δόξαι, ἀνάγκη καὶ τοὺς τὸ ἐναντίον κατασκευάζοντας λόγους εἰπεῖν, ἵνα
δικαιοτάτη γενηθῇ κρίσις, μηδετέρου μέρους ἐξ ἐρήμου καταδικασθέντος.
</p></div></div></body></text></TEI>