<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="161"><p>ταῦτ’ ἐστὶ τῆς ἡβώσης καὶ νεωτέρας καὶ ἄρτι ἀκμαζούσης ἆθλα, ὡς ἔοικεν, εὐφροσύνης,
τῆς δὲ ἀρχαίας καὶ πρεσβυτέρας τἀναντία· πάσης γὰρ καλῆς πράξεως
<lb n="25"/> ἀφ’ ἱερῶν τελείων οἱ πρότεροι κατήρχοντο, νομίζοντες μάλιστα οὕτως
αἴσιον ἀποβήσεσθαι τὸ τέλος αὐτοῖς, καὶ πρὶν εὔξασθαί τε καὶ θῦσαι,
<note xml:lang="mul" type="footnote"><lb/>1 ὄγκον H: οἶκον MGU, οἶον FL παράφυσιν coni. Cohn coni. Cohn ἰδούσης καχεξίας codd.: οἰδοῦσαν καχεξίαν Mang.
<lb/>2 παράφυσιν
<lb/>3 περιταθῆ FH: περὶ πάθη MGU ἐπαινέσεως Cohn: γενέσεως codd., γνησίας Mang.
<lb/>6 ἐρῶντας Turn.: ἐρῶντες codd.
<lb/>7 τἄλλα M ἄλλα #x003E; conicio
<lb/>9 ἀλλ’ FH κατατὸς H κεκλασμένον Mang.: καχαλασμένον codd.
<lb/>10 ἐκμελὲς conicio ὀργάνοις scripsi: ὀργίοις codd.
<lb/>11 ὑμῶν U
<lb/>12 καὶ post τεχνῖται add. M περιεργείας Η
<lb/>13 ἐπιτυχίζοντες M, ἐπιτειχίζονται G πορθήσωμεν H
<lb/>14 δὴ] δὲ H τὸν scripsi: τὸ codd.
<lb/>15 προσφέρονται H: προφέρονται MGUFL
<lb/>16 τοῦ] τὸ Y 16.
<lb/>17 χαίνοντες MGF: χαίροντες· UH
<lb/>17 προσφέρειν H
<lb/>18 διαμελῶσιν G τὸν] τὸ H
<lb/>19 πότον scripsi: ποτὸν codd. περιψύχουσι H γυμνι, tum spat. M, μυρικῶν H 
<lb/>21 ὦτα, ῥῖνας H ἄκρες F τύχη H: τύχοι MGUF
<lb/>24 καὶ τῆς add. U
<lb/>25 πρῶτοι U</note>  

<pb n="v.2.p.166"/>
καὶ εἰ σφόδρα τοῦ πράττειν ἐπέσπευδον οἱ καιροί, πάντως ἀνέμενον οὐκ
ἀεὶ τὸ ταχὺ τοῦ βραδέος ἡγούμενοι κρεῖττον· οὐ προμηθὲς μὲν γὰρ τάχος
βλαβερόν, βραδυτὴς δὲ μετ’ εὐελπιστίας ὠφέλιμον. εἰδότες οὖν, ὅτι
 καὶ ἡ τοῦ οἴνου ἀπόλαυσίς τε καὶ χρῆσις δεῖται πολλῆς ἐπιμελείας,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="162"><p>οὔτε ἄδην <milestone unit="altpage1" n="p. 354"/>  οὔτε ἀεὶ προσεφέροντο τὸν ἄκρατον, ἀλλ’ ἔν τε κόσμῳ καὶ
καιρῷ προσήκοντι. πρότερον γὰρ εὐξάμενοι καὶ θυσίας ἀναγαγόντες <lb n="6"/>
καὶ ἱλασάμενοι τὸ θεῖον, σώματα καὶ ψυχὰς καθηράμενοι, τὰ μὲν λουτροῖς, τὰ δὲ νόμων καὶ παιδείας ὀρθῆς ῥεύμασι, φαιδροὶ καὶ γεγηθότες
πρὸς ἀνειμένην δίαιταν ἐτρέποντο, μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι,
ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διατελοῦντες, ἵνα καὶ τῶν θυσιῶν μεμνημένοι <lb n="10"/>
καὶ τὸν τόπον αἰδούμενοι ἱεροπρεπεστάτην ὡς ἀληθῶς ἄγωσιν εὐωχίαν,
 μήτε λόγῳ μήτε ἔργῳ διαμαρτάνοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="163"><p>ἀπὸ τούτου γέ τοί φασι τὸ
μεθύειν ὠνομάσθαι, ὅτι μετὰ τὸ θύειν ἔθος ἦν τοῖς πρότερον οἰνοῦσθαι.
τίσι δὴ μᾶλλον οἰκεῖος ἂν εἴη τῆς τοῦ ἀκράτου χρήσεως ὁ λεχθεὶς
τρόπος ἢ σοφοῖς ἀνδράσιν, οἷς καὶ τὸ πρὸ τῆς μέθης ἔργον ἁρμόττει <lb n="15"/>
 τὸ θύειν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="164"><p>σχεδὸν γὰρ οὐδὲ εἷς τῶν φαύλων πρὸς ἀλήθειαν ἱερουργεῖ,
κἂν ἐνδελεχεῖς μυρίους βόας ἀνὰ πᾶσαν ἡμέραν ἀνάγῃ· τὸ γὰρ ἀναγκαιότατον ἱερεῖον αὐτῷ λελώβηται, ὁ νοῦς, λώβας δὲ οὐ θέμις βωμῶν
προσάψασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="165"><p>Δεύτερος μὲν δὴ λόγος οὗτος εἴρηται, δεικνὺς ὅτι οὐκ ἀλλότριον <lb n="20"/>
σπουδαίου τὸ μεθύειν, <milestone unit="altref" n="40"/> τρίτος δ’ ἐστὶν ἀπὸ διαφερούσης τῆς πρὸς
τὴν ἐτυμολογίαν πιθανότητος ἠρτημένος· τὴν γὰρ μέθην οὐ μόνον,
ἐπειδὴ μετὰ θυσίας ἐπιτελεῖται, νομίζουσί τινες εἰρῆσθαι, ἀλλ’ ὅτι καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 κὰν εἰ coni. Mang. ἔσπευδον H ἀνέμεινον H 1.
<lb/>2 οὐ κακὰ τὸ H, οὐ κατὰ τὸ L
<lb/>2 βραδέως H: οὐ H: om. MGUF
<lb/>3 εὐλογιστίας conicio
<lb/>4 prius καὶ om. Η
<lb/>5 ἄδην scripsi: ἄρδην codd. προσέφερον τοῦτον ἄκρατον F τὸν] τοῦτον N
<lb/>7 σώματά #x003E; coni. Mang.
<lb/>8 νόμων Turn.: νόμω codd. N 
<lb/>10 διατελοῦντες Cohn: διαπατοῦντες codd.
<lb/>11 τρόπον H ἱεροπρεπέστατον M, ιεροπρεπεστάτως N
<lb/>13 ὠνόμασται G ὠνομάσθαι — θύειν om. U
<lb/>14 τίσι G2H: τί MG1UF εἴη GH2: εἶναι MG1UF
<lb/>15 νῦν post οἷς add. v τὸ H: τόν U, τὰ MGF
<lb/>16 τὸ μεθύειν G
<lb/>17 κἄν] καὶ F ἀνὰ] κατὰ U ἀνάγη Mang. : ἀγάγῃ codd.
<lb/>18 βωμῶν MGF: βωμῷ H, βωμοῦ U 
<lb/>19 προσψαύσασθαι Η
<lb/>21 τρίτος M: τρίτον GUFH πρὸς] περὶ conieio 
<lb/>22 ἠρτημένος scripsi: ἠρτημένον codd. 22.
<lb/>23 ἐπειδὴ οὐ μόνον M
<lb/>23 ἐπιτελεῖται Turn.: ἐπιτελεῖσθαι codd.</note> <note xml:lang="mul" type="footnote"><lb/>3 —
<lb/>13 N fol. 188r εἰδότες οὖν—οἰνοῦσθαι 9.
<lb/>10 R fol. 91r τοῦ αὐτοῦ: μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διαπατοῦντες: ἀντὶ τοῦ εὐωχούμενοι: ἔοικεν οὑν ἐκ τούτου ἀναλόγως παρειλῆφθαι καὶ τὸ ἀποπατοῦντες ἀντὶ τοῦ χέζοντες.</note>  

<pb n="v.2.p.167"/>
μεθέσεως ψυχῆς αἰτία γίγνεται.</p></div></div></body></text></TEI>