καὶ μὴν τὰ μὲν φυτὰ κατωκάρα ἀπειργάζετο τὰς κεφαλὰς αὐτῶν ἐν τοῖς βαθυγειοτάτοις γῆς μέρεσι πήξας, ζῴων δὲ τῶν ἀλόγων τὰς κεφαλὰς ἀνελκύσας ἀπὸ γῆς ἐπὶ προμήκους αὐχένος ἄκρας ἡρμόζετο τῷ αὐχένι ὥσπερ ἐπίβασιν τοὺς ἐμπροσθίους πόδας θείς. ἐξαιρέτου δὲ τῆς κατασκευῆς ἔλαχεν ἄνθρωπος· τῶν μὲν γὰρ ἄλλων τὰς ὄψεις περιήγαγε κάτω κάμψας, διὸ νένευκε πρὸς χέρσον, ἀνθρώπου δὲ ἔμπαλιν ἀνώρθωσεν, ἵνα τὸν οὐρανὸν καταθεᾶται, φυτὸν οὐκ ἐπίγειον ἀλλ’ οὐράνιον, ὡς ὁ παλαιὸς λόγος, ὑπάρχων. ἀλλ’ οἱ μὲν ἄλλοι τῆς αἰθερίου φύσεως τὸν ἡμέτερον νοῦν μοῖραν εἰπόντες εἶναι συγγένειαν ἀνθρώπῳ πρὸς αἰθέρα συνῆψαν. ὁ δὲ μέγας Μωυσῆς οὐδενὶ τῶν γεγονότων τῆς λογικῆς ψυχῆς τὸ εἶδος ὡμοίωσεν, ἀλλ’ εἶπεν αὐτὴν τοῦ θείου καὶ ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀίδιος λόγος· „ἐνέπνευσε“ γάρ φησιν „ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς“ (Gen. 2,7), ὥστε ἀνάγκη πρὸς τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίσθαι· διὸ καὶ λέγεται κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γεγενῆσθαι (Gen. 1,27), οὐ μὴν κατ’ εἰκόνα τινὸς τῶν γεγονότων. ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώπου ψυχῆς κατὰ τὸν ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης 1 κατωκάρα] κάτω, tum spat. 4 litt. M ἀπειργάζετο R: ἀνειργάζετο codd., εἰργάσατο Ε 1.2 αὐτῶν τοῖς βαθέσι τοῖς τῆς γῆς E γῆς om. L 3 αὐχένας M 6 κύψας Ε δ’ U 7 οὐρανὸν] ἄνον Μ ὁ om. E 8 ὑπάρχων om. E 9 τοῦ ἀνθρώπου Eus 10 ἀνῆψαν Η δὲ δὴ E Μώσης Eus 11 ὡμοίωσεν Eus: ὁμοίως ὠνόμασεν codd. E 12 ἀκηράτου coni. Mang. πνεύματος Eus: θεοῦ codd. E, om. v ἐκείνου ’UFH (postea del. H) Eus: εἰκόνα G2 Turn., ἐκείνου εἰκόνα E 12. 13 δόκιμον—χαρακτὴρ om. F 12 νόμισμα Eus: νομίσας codd. E σημειωθὲν Eus: ἧς εἴωθε GUE, εἴωθε M, οὐσιωθεῖσαν Η 12. 13 τυπωθὲν MGUE Eus: τυπωθεῖσαν Η 13 σφραγῖδι UFH2 Eus: σφραγῖδα ΜG(H1)E alterum ὁ GUF Eus Ε: om. MH 14 φησίν om. M post ζωῆς add. καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν Eus 15 ἐμπνέοντα coni. Mang. ἀπεικονίζεσθαι Eus codd. nonnulli Ε, ἀπεικάζεσθαι Eus codd. OG alii διὸ (pro διὸ spatium in U) καὶ τὸν ἄνθρωπον κατ’ εἰκόνα φασὶ θεοῦ γεγενῆσθαι UE 16 γενέσθαι Eus, γενέσθαι τὸν ἄνθρωπον Eus codd. OG alii 17 τῶν γεγονότων τινὸς Eus codd. OG alii ἦν Eus: om. codd. 18 λόγου M(G1) 1 R fol. 91r τοῦ αὐτοῦ: καὶ μὴν τὰ μὲν φυτὰ κατωκάρα ἀπειργάζετο: τὸ λεγόμενον παρὰ τοῖς ἰδιώταις κατακέφαλα 8—138,2 Euseb. Pr. Ev. VII 18 καὶ ταῦτα δὲ πάλιν Ἑβραῖος ἑρμηνεύει Φίλων ταῖς ἐκτεθείσαις αὐτοῦ φωναῖς ἔτι καὶ τάδε ἐπιλέγων: Ἀλλ’ οἱ μὲν—ἀνατεῖναι. καὶ τὸ σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς μοῖραν, οὐρανόν, τὰς ὄψεις ἀνατεῖναι, ἵνα τῷ φανερῷ τὸ ἀφανὲς ἐκδήλως καταλαμβάνηται.