συνωνυμία δὲ καθ’ ἑνὸς ὑποκειμένου πολλά . ἡ κυνὸς φωνὴ πάντως ὁμώνυμος ἐμφερομένων πλειόνων ἀνομοίων, ἃ δι’ αὐτῆς σημαίνεται· τό τε γὰρ χερσαῖον ὑλακτικὸν ζῷον κύων καὶ θὴρ ὁ θαλάττιος καὶ ὁ οὐράνιος ἀστήρ, ὃν ὀπωρινὸν οἱ ποιηταὶ καλοῦσιν, ὅτι τῆς ὀπώρας ἄρτι ἡβώσης ἐπιτέλλει τοῦ τελεσφορηθῆναί τε χάριν αὐτὴν καὶ πεπανθῆναι, καὶ προσέτι ὁ ἀπὸ τῆς κυνικῆς αἱρέσεως ὁρμηθεὶς φιλόσοφος, Ἀρίστιππος καὶ Διογένης καὶ ἄλλων οἳ τὰ αὐτὰ ἐπιτηδεύειν ἠξίωσαν ἀπερίληπτος ἀριθμὸς ἀνθρώπων. ἄλλαι δ’ εἰσὶ προσρήσεις διάφοροι κατὰ σημαινομένου ἑνὸς ὡς ἰός, ὀϊστός, βέλος—τὸ γὰρ διὰ τῆς τόξου νευρᾶς ἐπὶ τὸν σκοπὸν ἀφιέμενον πάντα ταῦτα λέγεται—· καὶ πάλιν 1 μανίαν Η: μανίας MGUF ᾦ Mang.: ὡς MH, δ’ ὡς GUF, θάνατον δ’ ᾦ conicio 4 εἴ τις GF: ἥτις MUH 5 τὸν εὑρετὴν MF: τὴν ἀρετὴν GUH τὸν om. M τῶν οἴνων Η 6 μαινόλην GUF: μενώλην M, μαινομένην Η πρῶτοι] ποιηταὶ coni. Osann ἀκατασχέτους MFH γενομένους Η 8 ἐμφερομένοις U1 ut vid. 9 περαίνωμεν M: περαίνομεν GUFH διπλὸν H, διπλῶς U 10 τὸν μὲν MH: τὰ μὲν GUF ὁ om. L 13 συμβέβηκε U 14 ὅτι ὁμωνυμία Turn.: τὴν ὁμωνυμίαν codd. 15 συνωνυμίαν M πολλά add. Mang. 16 ἐκφερομένων GF 18 ὅτι MGUF: ὁ Η, ὃς v 19 ἐπιτέλλει Η: ἐπιτέλει UF, ἐπὶ τέλει MG 20 προσέτι] spatium, tum ἔτι M 21 Διομένης M 22 δὲ M 23 κατὰ] μετὰ F ὡς ἰός] ὁσίως G1 ὀιστός G2FH: ὁ εἰς τὸ MG1U 23. 24 τῆς τοῦ τόξου GU ἀφιέμενος H 6 μαινόλην] cf. Osann ad Cornutum p. 357, Clementis Protrept. 12 p. 11 P, Origenem Contra Celsum III 23 p. 460; Bruchmann, Epitheta deorum ρ. 88. εἰρεσία, κώπη, πλάτη, τὸ πρὸς πλοῦν ἰσοδυναμοῦν ἱστίοις· ὁπότε γὰρ μὴ δύναιτο χρῆσθαι ναῦς κατὰ νηνεμίας ἢ ἀντιπνοίας ἱστίοις, πρόσκωποι καθίσαντες οἷς ἐπιμελὲς καὶ οἷα ταρσοὺς ἑκατέρωθεν ἀποτείναντες ὑπόπτερον αὐτὴν φέρεσθαι βιάζονται, ἡ δὲ ἐξαιρομένη πρὸς ὕψος, ἐπιτρέχουσα τοῖς κύμασι μᾶλλον ἢ ἐντέμνουσα ταῦτα, τροχάζουσα ταχυναυτεῖ καὶ ναυλοχωτάτοις ὑποδρόμοις ἐνορμίζεται. καὶ μὴν πάλιν σκίπων, βακτηρία, ῥάβδος ἑνὸς ὑποκειμένου διάφοροι κλήσεις, ᾧ τύπτειν καὶ ἀκραδάντως σκηρίπτεσθαι καὶ ἐπερείδεσθαι καὶ ἄλλα πλείω ποιεῖν ἔνεστι. ταῦτα δ’ οὐ μακρολογοῦντες ὅλως εἴπομεν, ἀλλ’ ὑπὲρ τοῦ σαφέστερον γνῶναι τὸ ζητούμενον. τὸν ἄκρατον ὥσπερ οἶνον, οὕτως καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν· πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τοὔνομα ἐμφερόμενον, ὥστ’ εἰ τὰ συνωνυμοῦντα καθ’ ἑνὸς ὑποκειμένου λέγεται, οἶνος καὶ μέθυ, καὶ τὰ ἀπὸ τούτων οὐδὲν ὅτι μὴ φωναῖς διοίσει μόνον, τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν [ἕν]· ἑκάτερον δὲ πλείονος οἴνου χρῆσιν ἐμφαίνει, ἣν πολλῶν ἕνεκα αἰτιῶν οὐκ ἂν ἀποστρέφοιτο ὁ σπουδαῖος. εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται, χεῖρον οὐδὲν ἐκ τῆς μέθης διατεθείς, ἀλλὰ ταὐτὸν ὅπερ καὶ [ὁ] ἐκ ψιλῆς τῆς οἰνώσεως παθών.