<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="146"><p> σῶμα κατασυρεὶς ἀναπεσεῖται. <milestone unit="altref" n="36"/> τοῦτο μέντοι προμαθὼν οὐκ ἄν
ποτε ἀξιώσειεν ἑκὼν εἰς πολυοινίας ἀγῶνα ἐλθεῖν, εἰ μὴ μεγάλα εἴη τὰ <lb n="20"/>
διαφέροντα, σωτηρία πατρίδος ἢ τιμὴ γονέων ἢ τέκνων καὶ τῶν οἰκειοτάτων
σωμάτων ἀσφάλεια ἢ συνόλως ἰδίων τε καὶ κοινῶν ἐπανόρθωσις
 πραγμάτων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="147"><p>οὐδὲ γὰρ θανάσιμον φάρμακον προσενέγκαιτο ἄν, εἰ μὴ
πάνυ βιάζοιντο οἱ καιροὶ καθάπερ ἐκ πατρίδος μετανίστασθαι τοῦ βίου·
φάρμακον δέ, εἰ καὶ οὐ θανάτου, μανίας γοῦν ἄκρατον εἶναι αἴτιον <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀπεφήνατο Η
<lb/>3 ἐπὰν M τὴν ψυχὴν scripsi : τῆ ψυχὴ codd. 3.
<lb/>4 προβεβλῆσθαι conicio
<lb/>4 σβεστήριον G2FH: σεβαστήριον MG1U εἶτα M 
<lb/>5 οἴστρων scripsi: οἴστρῳ codd. ἀνερριπισμένων Η: ἀνερριπισμένω MGUF εἶτα M ἐξημμένων H: ἐξημμένῳ MGUF
<lb/>6 δι’ ἧς coni. Mang. τῶν] τῶ M βαθέως M
<lb/>7 δυομένῳ M ναυτίλεσθαι H
<lb/>9 τὴν H: τὶν μὲν MGUF ποτὲ F μὲν om. G
<lb/>10 βυθὸν] κακὸν U κατέρριψεν U 
<lb/>11 οἱ δὲ] οὐδὲ M
<lb/>12 περὶ] ὑπὲρ coni. Arnim περιβολῆς H οἶμαι τοῦ FH: spat.
<lb/>1 —
<lb/>2 litt., tum τοῦ M, ὁμετοῦ GU
<lb/>13 τὴν γῆν H 14.
<lb/>15 οὐδ’ ὁρῶντες scripsi: οἱ δὲ ὁρῶντες Η, ἱδρῶντες Γ’. ἱδρῶτες MGF, ἡ οὐδ’ ὁρῶντες Wilamowitz, οἲ οὐδ’ ὁρῶντες Arnim
<lb/>15 εἰς ὕψος Η: εἰσὶ τὸ MF, εἰσὶν τὸ U, εἰσι ιν G (iv G2 in ras.)
<lb/>16 ἑαυτὸς GF γενάμενος G
<lb/>18 περιβαλὼν M 
<lb/>19 κατασυρεὶς U: καταρρυεὶς F, καταρεὶς G, καρωθεὶς M, παρασυρεὶς H ἀναπεσεῖται codd.: πεσεῖται v
<lb/>21 σωτήρια G in ras., spat.
<lb/>5 litt. M τιμῆς GUF 
<lb/>23 οὐδὲ MGUF: οὐ H
<lb/>25 αἴτιον ἄκρατον εἶναι conicio</note>  

<pb n="v.2.p.163"/>
συμβέβηκε. διὰ τί δ’ οὐχὶ καὶ μανίαν λεκτέον θάνατον, ᾧ τὸ κράτιστον
ἀποθνῄσκει τῶν ἐν ἡμῖν, ὁ νοῦς; ἀλλά μοι δοκεῖ τις ἂν εἰκότως τὸν
διακρίνοντα καὶ διαλύοντα ψυχήν τε καὶ σῶμα ὡς κουφότερον ἀντὶ
βαρυτέρου τοῦ κατὰ τὴν ἔκστασιν, εἴ τις ἦν αἵρεσις, ἀνενδοιάστως ἑλέσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="148"><p><lb n="5"/> διὰ τοῦτο μέντοι καὶ τὸν εὑρετὴν τῆς περὶ τὸν οἶνον ἐργασίας μαινόλην ἐκάλεσαν οἱ πρῶτοι καὶ τὰς ἐξ αὐτοῦ κατασχέτους γενομένας
βάκχας μαινάδας, ἐπεὶ μανίας καὶ παραφροσύνης αἴτιος τοῖς ἀπλήστως
ἐμφορουμένοις ὁ οἶνος. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="149"><p><milestone unit="altref" n="37"/> τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς σκέψεως τοιαῦτά ἐστι, τὸν δὲ περὶ αὐτῆς λόγον ἤδη περαίνωμεν διπλοῦν ὡς
<lb n="10"/> εἰκὸς ὄντα, τὸν μὲν ὅτι ὁ σοφὸς μεθυσθήσεται κατασκευάζοντα, τὸν δὲ
τοὐναντίον ὅτι οὐ μεθυσθήσεται βεβαιούμενον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="150"><p>τοῦ δὲ προτέρου τὰς πίστεις ἁρμόττον λέγειν πρότερον, ποιησαμένους ἐνθένδε τὴν ἀρχήν· τῶν
πραγμάτων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα εἶναι συμβέβηκεν. ὁμωνυμία
 δὲ καὶ συνωνυμία τἀναντία ὁμολογεῖται,  <milestone unit="altpage2" n="p 352 M."/> ὅτι ὁμωνυμία μὲν κατὰ πολλῶν
<lb n="15"/> ὑποκειμένων ἓν ὄνομα,</p></div></div></body></text></TEI>