οὐκοῦν τὸ μέθης φυτὸν ἐξεργάζεται τεχνικῶς καὶ ἐπιστημόνως ὁ δίκαιος τῶν ἀφρόνων ἄτεχνον καὶ πλημμελῆ ποιουμένων αὐτοῦ τὴν ἐπιστασίαν, ὥστε ἀναγκαῖον τὰ προσήκοντα περὶ μέθης εἰπεῖν· εὐθὺς γὰρ εἰσόμεθα καὶ τὴν δύναμιν τοῦ παρέχοντος αὐτῇ τὰς ἀφορμὰς φυτοῦ. τὰ μὲν οὖν εἰρημένα τῷ νομοθέτῃ περὶ μέθης εἰσόμεθα ἐπ’ ἀκριβείας αὖθις, νυνὶ δὲ ἐξερευνήσωμεν ὅσα καὶ τοῖς ἄλλοις ἔδοξεν. ἐσπουδάσθη δὲ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως. προτείνεται δὲ οὕτως, εἰ μεθυσθήσεται ὁ σοφός. ἔστι τοίνυν τὸ μεθύειν διττόν, ἓν μὲν ἴσον τι τῷ οἰνοῦσθαι, ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ. τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρήσεσθαι τὸν σοφὸν μήτε ληρήσειν· τὸ μὲν γὰρ ἁμάρτημα, τὸ δὲ ἁμαρτήματος εἶναι ποιητικόν, ἑκάτερον δὲ ἀλλότριον κατορθοῦντος· οἱ δὲ τὸ μὲν οἰνοῦσθαι 1 τούτῳ Turn.: τοῦτο codd. 2 τὸ δὲ codd. 3 ὁ συνετὸς Μ αὐτὰ] ταῦτα M 4 τὸ] τοῦ M διάνοιαν Η ἐστιν M 5 ἣ GF, ἢ M 6 πρὸς om. M, περὶ coni. Mang. τὸ H: τὸν MGUF φυτῶν MGUF: φυτὸν H 7 ὁ om. U 8 τῶν ἄθλων] τὰ #x003E; τῶν ἀριθμῶν conicio prius καὶ fort. del. 8. 9 συνεκρατεῖτο MUF 9. 10 ἀμπελουργικήν GUFH: ἀμπελουργίαν M 11 Νῶε] νῶ M ἔπιεν M 11. 12 ἔπιεν ἐκ τοῦ G 17 σκεψόμεθα conicio 17. 18 ἐξερευνήσωμεν scripsi: ἐξερευνήσομεν H, ἐρευνήσομεν MGUF 18 δὲ] δὴ coni. Mang. 19 οὕτως GH: οὗτος MUF, ὄντως Τθρν. εἰ] ἦ MF 20 μὲν om. U τῶ GU: χρῆσθαι 21 τῷ] τὸ M 22. 23 οἱ μὲν — ληρήσειν om. M 22 χρήσεσθαι Mang.: χρῆσθαι codd. 23 ληρήσειον G2 (coni. Mang.): ληρήσει ceteri 24. 162,1 οἰνοῦσθαι καὶ om. text., οἰνοῦσθαι τῶ add. mg. M 18 sqq. cf. Usener, Epicurea p. 344; Aristotelis fragmenta coll. V. Rose, Lipsiae 1886, p. 99; de Arnim, Quellenstudien zu Philo p. 101—140. καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον· τὴν γὰρ ἐν αὐτῷ φρόνησιν ἱκανὴν εἶναι τοῖς βλάπτειν ἐπιχειροῦσιν ἀντιστατῆσαι καὶ τὸν ἐπὶ τὴν ψυχὴν νεωτερισμὸν αὐτῶν καθελεῖν· δύναμιν δὲ περιβεβλῆσθαι φρόνησιν παθῶν σβεστήριον εἴτε ὑπὸ φλεγμαίνοντος ἔρωτος οἴστρων ἀνερριπισμένων εἴτε ὑπὸ πολλοῦ καὶ ζέοντος ἐξημμένων οἴνου, δι’ ἣν ὑπεράνω στήσεται· ἐπεὶ καὶ τῶν κατὰ ποταμοῦ βαθέος ἢ θαλάττης δυομένων οἱ μὲν ἄπειροι τοῦ ναυτίλλεσθαι διαφθείρονται, οἱ δὲ τοῦ πράγματος ἐπιστήμονες τάχιστα διασῴζονται· καὶ μὴν ὥσπερ χειμάρρους ὁ πολὺς ἄκρατος ἐπικλύζων τὴν ψυχὴν τοτὲ μὲν βρίθουσαν εἰς ἀμαθίας ἔσχατον βυθὸν κατέρριψε, τοτὲ δὲ ὑπὸ τῆς σωτηρίου παιδείας ἐπικουφιζομένην καὶ ἐπελαφριζομένην οὐδὲν ἴσχυσε βλάψαι. οἱ δὲ τὸ μέγεθος τῆς περὶ τὸ πάθος ὑπερβολῆς οὐ κατανοήσαντες, οἶμαι, τοῦ σοφοῦ μετεωροπολοῦντα αὐτὸν ὥσπερ οἱ τὰ πτηνὰ θηρῶντες ἐπὶ γῆν ἀπ’ οὐρανοῦ κατεβίβασαν, ἵν’ εἰς τὰς ὁμοίας κῆρας ἀγάγωσιν, οὐδ’ ὁρῶντες ἀρετῆς εἰς ὕψος ἔφασαν, ὅτι χρησάμενος οἴνω πλείονι τοῦ μετρίου πάντως ἀκράτωρ αὐτὸς ἑαυτοῦ γενόμενος διαμαρτήσεται καὶ οὐ χεῖρας μόνον ὑπ’ ἀσθενείας οἷα τῶν ἀθλητῶν οἱ νενικημένοι καθείς, ἀλλὰ καὶ αὐχένα καὶ κεφαλὴν παραβαλὼν καὶ ὀκλάσας καὶ ὅλον τὸ