<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="136"><p>ὁ δὲ πέμπτος υἱὸς τῆς κατὰ τὸν <lb n="20"/>
πέμπτον ἐνιαυτὸν τῶν φυτευθέντων ἀδιαφορεῖ χρήσεως· ὅ τε γὰρ γεωπόνος μισθὸν τρόπον τινὰ λαμβάνει παρὰ τῶν δένδρων ἔτει πέμπτῳ
καὶ τὸ τῆς ψυχῆς γέννημα Ἰσσάχαρ [ὃς] μισθὸς ἐκαλεῖτο, καὶ σφόδρα
εἰκότως, μετὰ τὸν εὐχάριστον Ἰούδαν ἀποκυηθείς· τῷ γὰρ <milestone unit="altpage1" n="p. 350 Μ."/>  εὐχαρίστῳ
 μισθὸς αὐτὸ τὸ εὐχαριστεῖν αὐταρκέστατος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="137"><p>οἱ μὲν οὖν τῶν δένδρων <lb n="25"/>
καρποὶ γεννήματα λέγονται τῶν ἐχόντων, ὁ δὲ παιδείας καὶ φρονήσεως
οὐκέτι ἀνθρώπου, μόνου δέ, ὥς φησι Μωυσῆς, τοῦ πανηγεμόνος· εἰπὼν
γὰρ „τὰ γεννήματα αὐτοῦ“ ἐπιφέρει· „ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν“,
ἐναργέστατα παριστὰς ὅτι οὗ τὸ γέννημα καὶ ὁ τῆς ψυχῆς καρπός,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ διὰ M
<lb/>2 ἡ M παντοδαπὰς Turn.: πάντα ποιοῦσα Η, ἅπαντα ποιοῦσα MGU, ἁπάσας ποιοῦσα F
<lb/>5 ψυχρότητας add. Mang. 5.
<lb/>6 σκιδνωμένης M 
<lb/>8 τέταρτός] διά M έ M ἐπὶ] ἐπὰν M
<lb/>11 τρόπον] πρότερον L 
<lb/>12 ἐξελάκησεν U 12.
<lb/>13 ἰσάχαρ M
<lb/>13 ἐστιν Η
<lb/>15 πρὸς] spatium in M ἣν UH: ἣν MF, ὃς G2 in ras.
<lb/>16 post σπουδαίας add. ἐστὶν G2 παρ’ ὃ U καὶ] δὲ M
<lb/>18 τράπηται scripsi: τραπῆ codd. τελειότητος GU: τελειότατον MFH
<lb/>10 ἀρεστὸν M
<lb/>20 ε' M
<lb/>21 ε' M
<lb/>22 ἔτει MH: ἔτι GUF
<lb/>23 καὶ H: om. MGUF ὃς] ὁ U, ὃς secl. Cohn
<lb/>24 τὸν] τὴν H
<lb/>25 αὐτῶ M1H
<lb/>26 δὲ] γὰρ M
<lb/>28 γενήματα G ἡμῶν M1 οὕ MH: οὐ G1UF, καὶ G2</note>  

<pb n="v.2.p.161"/>
εἷς ἐστιν ὁ θεός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="138"><p>τούτῳ καὶ παρά τινι τῶν προφητῶν χρησθὲν συνᾴδει τόδε· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα;
συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14,9.10) ; οὐ γὰρ παντὸς ἀλλὰ
μόνου σοφοῦ τὸ γνῶναι, τίνος ὁ διανοίας καρπός ἐστι.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="139"><p><milestone unit="altref" n="34"/> Περὶ μὲν οὖν γεωργίας τῆς πρεσβυτάτης καὶ ἱερωτάτης, ᾗ τὸ αἴτιον πρὸς τὸν κόσμον, τὸ παμφορώτατον φυτῶν, χρῆται, καὶ περὶ
τῆς ἑπομένης, ἣν ὁ ἀστεῖος ἐπιτηδεύει, καὶ περὶ τῆς φερομένης τετράδος τῶν ἄθλων, καὶ ἃ κατὰ προστάξεις καὶ ὑφηγήσεις νόμων συνεκροτεῖτο,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="140"><p>ὡς οἷόν τε ἦν εἴπομεν. τὴν δὲ τοῦ δικαίου Νῶε ἀμπελουργικήν, <lb n="10"/> εἶδος γεωργικῆς οὖσαν, ἐπισκεψώμεθα. λέγεται γὰρ ὅτι „ἤρξατο
Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς· καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε
τοῦ οἴνου, καὶ ἐμεθύσθη“ (Gen. 9, 20. 21).</p></div></div></body></text></TEI>