ὁ δὲ πέμπτος υἱὸς τῆς κατὰ τὸν πέμπτον ἐνιαυτὸν τῶν φυτευθέντων ἀδιαφορεῖ χρήσεως· ὅ τε γὰρ γεωπόνος μισθὸν τρόπον τινὰ λαμβάνει παρὰ τῶν δένδρων ἔτει πέμπτῳ καὶ τὸ τῆς ψυχῆς γέννημα Ἰσσάχαρ [ὃς] μισθὸς ἐκαλεῖτο, καὶ σφόδρα εἰκότως, μετὰ τὸν εὐχάριστον Ἰούδαν ἀποκυηθείς· τῷ γὰρ εὐχαρίστῳ μισθὸς αὐτὸ τὸ εὐχαριστεῖν αὐταρκέστατος. οἱ μὲν οὖν τῶν δένδρων καρποὶ γεννήματα λέγονται τῶν ἐχόντων, ὁ δὲ παιδείας καὶ φρονήσεως οὐκέτι ἀνθρώπου, μόνου δέ, ὥς φησι Μωυσῆς, τοῦ πανηγεμόνος· εἰπὼν γὰρ „τὰ γεννήματα αὐτοῦ“ ἐπιφέρει· „ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν“, ἐναργέστατα παριστὰς ὅτι οὗ τὸ γέννημα καὶ ὁ τῆς ψυχῆς καρπός, 1 ἡ διὰ M 2 ἡ M παντοδαπὰς Turn.: πάντα ποιοῦσα Η, ἅπαντα ποιοῦσα MGU, ἁπάσας ποιοῦσα F 5 ψυχρότητας add. Mang. 5. 6 σκιδνωμένης M 8 τέταρτός] διά M έ M ἐπὶ] ἐπὰν M 11 τρόπον] πρότερον L 12 ἐξελάκησεν U 12. 13 ἰσάχαρ M 13 ἐστιν Η 15 πρὸς] spatium in M ἣν UH: ἣν MF, ὃς G2 in ras. 16 post σπουδαίας add. ἐστὶν G2 παρ’ ὃ U καὶ] δὲ M 18 τράπηται scripsi: τραπῆ codd. τελειότητος GU: τελειότατον MFH 10 ἀρεστὸν M 20 ε' M 21 ε' M 22 ἔτει MH: ἔτι GUF 23 καὶ H: om. MGUF ὃς] ὁ U, ὃς secl. Cohn 24 τὸν] τὴν H 25 αὐτῶ M1H 26 δὲ] γὰρ M 28 γενήματα G ἡμῶν M1 οὕ MH: οὐ G1UF, καὶ G2 εἷς ἐστιν ὁ θεός. τούτῳ καὶ παρά τινι τῶν προφητῶν χρησθὲν συνᾴδει τόδε· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14,9.10) ; οὐ γὰρ παντὸς ἀλλὰ μόνου σοφοῦ τὸ γνῶναι, τίνος ὁ διανοίας καρπός ἐστι. Περὶ μὲν οὖν γεωργίας τῆς πρεσβυτάτης καὶ ἱερωτάτης, ᾗ τὸ αἴτιον πρὸς τὸν κόσμον, τὸ παμφορώτατον φυτῶν, χρῆται, καὶ περὶ τῆς ἑπομένης, ἣν ὁ ἀστεῖος ἐπιτηδεύει, καὶ περὶ τῆς φερομένης τετράδος τῶν ἄθλων, καὶ ἃ κατὰ προστάξεις καὶ ὑφηγήσεις νόμων συνεκροτεῖτο, ὡς οἷόν τε ἦν εἴπομεν. τὴν δὲ τοῦ δικαίου Νῶε ἀμπελουργικήν, εἶδος γεωργικῆς οὖσαν, ἐπισκεψώμεθα. λέγεται γὰρ ὅτι „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς· καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη“ (Gen. 9, 20. 21).