<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="131"><p>μαθόντες οὖν, ὡς ἓν ἔργον ἡμῖν ἐπιβάλλει μόνον ἐν τοῖς πρὸς τιμὴν θεοῦ, τὸ εὐχάριστον,
τοῦτο ἀεὶ καὶ πανταχοῦ μελετῶμεν διὰ φωνῆς καὶ διὰ γραμμάτων
ἀστείων καὶ μηδέποτε ἐπιλείπωμεν μήτε λόγους ἐγκωμιαστικοὺς μήτε
ποιήματα συντιθέντες, ἵνα καὶ ἐμμελῶς καὶ χωρὶς μέλους καὶ καθ’ ἑκατέραν
<lb n="15"/> φωνῆς ἰδέαν, ᾗ τὸ λέγειν καὶ τὸ ᾄδειν ἀποκεκλήρωται, ὅ τε
 κοσμοποιὸς καὶ ὁ κόσμος γεραίρηται, „ὁ μέν“, ὡς ἔφη τις,  <milestone unit="altpage2" n="p. 349 M."/> „ἄριστος τῶν
αἰτίων, ὁ δὲ τελειότατος τῶν γεγονότων“. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="132"><p><milestone unit="altref" n="32"/> ἐπειδὰν οὖν ἔτει καὶ ἀριθμῷ τετάρτῳ πᾶς ὁ ψυχῆς ἀφιερωθῇ καρπός, τῷ πέμπτῳ τὴν ἀπόλαυσιν
καὶ χρῆσιν ἡμεῖς αὐτοὶ σχήσομεν. φησὶ γάρ· „ἐν τῷ ἔτει τῷ
<lb n="20"/> πέμπτῳ φάγεσθε τὸν καρπόν“, ἐπειδὴ τὸ γεγονὸς τοῦ πεποιηκότος
ὕστερον ἐν ἅπασιν ἐξετάζεσθαι νόμος φύσεως ἀνεπίληπτος, ὥστε κἄν, εἰ τῶν δευτερείων ἀντιλαμβανοίμεθα, καὶ θαυμαστὸν ἡγεῖσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="133"><p> καὶ διὰ τοῦτο μέντοι τὸν καρπὸν τοῦ πέμπτου ἡμῖν ἀνατίθησιν, ὅτι αἰσθήσεως
πεντὰς ἀριθμὸς οἰκεῖος καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ τρέφον τὸν νοῦν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀψευδέστατον FN
<lb/>2 ἀκούσαντος M
<lb/>3 ἀναφανεῖται L, ἀναφῆναι coni. Mang. 
<lb/>4 δὴ scripsi: δὲ codd. N αὐτῶν Η ἣν] τὴν U
<lb/>5 καλοῦσι Η 5.
<lb/>6 ὁ μὲν—λέγομεν om. N
<lb/>7 θεῷ scripsi: θεὸν codd. N γενέσει scripsi: γένεσιν codd. N μηδὲ H
<lb/>8 τούτου om. N πλεόντων M δυναμένη scripsi: δυναμένην FN, δυναμένων GHU, δύναμέν (sic!) M
<lb/>9 εὑρήσεται Η, εὑρήσει conicio
<lb/>10 φύσεως Η: om. MGUFN
<lb/>11 ἓν ἔργον MG: ἐνεργὸν UFN, ἔργον ἓν ἐν Η
<lb/>14 ποίημα Η 14.
<lb/>15 ἑτέραν U
<lb/>15 ἣ ’ ᾗ #x003E; τὸ λέγειν καὶ #x003E; conicio ἀεὶ δεῖν FN
<lb/>16 γεραίρεται FN 
<lb/>17 αἰτιῶν M ἐπειδὴ M ἔτει H: ἔτι MGUF
<lb/>19 αὑτοὶ σχήσομεν Cohn: αὐτοῖς χρήσομεν codd.
<lb/>20 τὸν om. H 21. ἅπασιν H: ἁπάσαις MGUF 
<lb/>22 ἀντιλαμβανοίμεθα H: ἐπιλανθανοίμεθα MGUF καὶ vid. del. θαυμαστῶν G2 
<lb/>23 ἑ M πέμπτου #x003E; conicio ὅταν M
<lb/>24 post οἰκεῖος add. εἴδους καὶ ἐν αἰσθήσει γένους πλεῖστον μετέχομεν MGUF</note> <note xml:lang="mul" type="footnote"><lb/>16 cf. Platonis Timaeum p.
<lb/>29 Α.</note>  

<pb n="v.2.p.160"/>
ἡμῶν ἐστιν αἴσθησις, ἢ δι’ ὀφθαλμῶν τὰς χρωμάτων καὶ σχημάτων
ποιότητας εὐτρεπίζουσα ἢ δι’ ὤτων παντοδαπὰς τὰς τῶν φωνῶν ἰδιότητας ἢ διὰ μυκτήρων ὀσμὰς ἢ χυλοὺς διὰ στόματος ἢ μαλακότητας
εὐενδότους καὶ σκληρότητας ἀντιτύπους ἢ λειότητας καὶ τραχύτητας,
<add>ψυχρότητάς</add> τε αὖ καὶ θερμότητας διὰ τῆς ἀνὰ πᾶν τὸ σῶμα σκιδναμένης <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="134"><p> δυνάμεως ἣν ἔθος ὀνομάζειν ἁφήν. <milestone unit="altref" n="33"/> τῶν δὲ εἰρημένων
παράδειγμα σαφέστατον οἱ Λείας υἱοί, τῆς ἀρετῆς, οὐχ ἅπαντες, ἀλλὰ
τέταρτός τε καὶ πέμπτος. ἐπὶ μὲν γὰρ τοῦ τετάρτου φησὶ Μωυσῆς,
ὅτι „ἔστη τοῦ τίκτειν“ (Gen. 29, 35), καλεῖται δὲ Ἰούδας, ὃς ἑρμηνεύεται
κυρίῳ ἐξομολόγησις. τὸν δὲ πέμπτον Ἰσσάχαρ προσαγορεύει, μισθὸς <lb n="10"/>
δὲ μεταληφθεὶς καλεῖται. καὶ τεκοῦσα τὸν τρόπον τοῦτον ἡ ψυχὴ ὃ
ἔπαθεν εὐθὺς ἐξελάλησεν· „ἐκάλεσε“ γάρ φησι „τὸ ὄνομα αὐτοῦ Ἰσσάχαρ,
 ὅ ἐστι μισθός“ (Gen. 30, 18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="135"><p>οὐκοῦν Ἰούδας ὁ εὐλογῶν τὸν
θεὸν νοῦς καὶ τὰς εἰς αὐτὸν εὐχαρίστους ὑμνῳδίας ἀπαύστως μελετῶν
αὐτὸς ὁ πρὸς ἀλήθειαν „ἅγιος καὶ αἰνετὸς καρπὸς“ ἦν, οὐχ ὑπὸ γῆς <lb n="15"/>
δένδρων, ἀλλ’ ὑπὸ φύσεως λογικῆς καὶ σπουδαίας ἐνεχθείς. παρὸ καὶ
ἡ τεκοῦσα αὐτὸν φύσις „στῆναι“ λέγεται „τοῦ τίκτειν“, ἐπεὶ καὶ πῇ
τράπηται οὐκ εἶχεν ἔτι, πρὸς τὸν τελειότητος ὅρον ἐλθοῦσα· τῶν γὰρ
ἀποκυηθέντων κατορθωμάτων ἁπάντων ἄριστον καὶ τελειότατον γέννημα
 ὁ εἰς τὸν πατέρα τοῦ παντὸς ὕμνος.</p></div></div></body></text></TEI>