τόν τε παιδείας καρπὸν οὐ μόνον ἅγιον, ἀλλὰ καὶ αἰνετὸν εἶναί φησι προσηκόντως· ἑκάστη μέν γε τῶν ἀρετῶν ἐστι χρῆμα ἅγιον, εὐχαριστία δὲ ὑπερβαλλόντως· θεῷ δὲ οὐκ ἔνεστι γνησίως εὐχαριστῆσαι δι’ ὧν νομίζουσιν οἱ πολλοὶ κατασκευῶν ἀναθημάτων θυσιῶν—οὐδὲ γὰρ σύμπας ὁ κόσμος ἱερὸν ἀξιόχρεων ἂν γένοιτο πρὸς τὴν τούτου τιμήν —, ἀλλὰ δι’ ἐπαίνων καὶ ὕμνων, οὐχ οὓς ἡ γεγωνὸς ᾄσεται φωνή, ἀλλὰ οὓς ὁ ἀειδὴς καὶ καθαρώτατος νοῦς ἐπηχήσει καὶ ἀναμέλψει. παλαιὸς γοῦν ᾄδεται λόγος ὑπὸ μὲν σοφῶν εὑρεθείς, μνήμῃ δέ, οἷα φιλεῖ, κατὰ διαδοχὰς παραδοθεὶς τοῖς μετέπειτα, οὐδὲ τὰς ἀεὶ παιδείας λίχνους ἡμετέρας παρῆλθεν ἀκοάς. ἔστι δὲ τοιόσδε· ἡνίκα, φασί, τὸν σύμπαντα κόσμον ὁ ποιητὴς ἐτελεσφόρησεν, ἑνὸς τῶν ὑποφητῶν ἐπύθετο, εἴ τι ποθεῖ μὴ γενόμενον τῶν ὅσα κατὰ γῆς καὶ καθ’ ὕδατος ἢ ὅσα κατὰ τὴν μετάρσιον ἀέρος ἢ τὴν ἐσχάτην τοῦ παντὸς φύσιν οὐρανοῦ γέγονεν. ὁ δὲ ἀπεκρίνατο τέλεια μὲν καὶ πλήρη πάντα διὰ πάντων εἶναι, ἓν δὲ μόνον ζητεῖν, τὸν ἐπαινέτην αὐτῶν λόγον, ὃς τὰς ἐν πᾶσι καὶ τοῖς βραχυτάτοις καὶ ἀφανεστάτοις δοκοῦσιν ὑπερβολὰς οὐκ ἐπαινέσει μᾶλλον ἢ ἐξαγγελεῖ· τὰς γὰρ διηγήσεις τῶν τοῦ θεοῦ ἔργων αὐταρκέστατον ἐκείνων ἔπαινον εἶναι, προσθήκης οὐδεμιᾶς ἔξωθεν εἰς 1 δυεῖν (iliF: δυοῖν MH 2 γ' M δ' M 4 καὶ post ἅγιος add. U 5 πλήρη τοῦτον τὸν ἀριθμὸν #x003E;, ὃς καὶ συμπάντων .... ὅρον ἔχει conicio (cf. De opif. § 47 ἀριθμῶ M 7. 8 ἐν ἀριθμοῖς scripsi: μὲν ἀριθμὸς codd. 8 ἀλλὰ δεκὰς μὲν Η: om. MGUF δυνάμει UH: δύναμιν MGF 10 γε] γὰρ conicio ἅγιον] αἰνετόν Mang. 11 ἔνεστι MGUFN: ἔστι Η ἐγχαριστῆσαι M 12 ἀναθυμάτων Η 14 γεγονὸς G 17 μετέπειτα UH: ἔπειτα MGFN 17. 18 (8;) οὐδὲ vel παρελθών conicio ἀεὶ παιδείας λίχνους MGUF: εἰς ἀεὶ παιδείας λίχνους N, ἀεὶ λίχνους παιδείας Η 19 ἑνὸς] ἐντὸς H 20 μὴ γενόμενον ποθεῖ U 20 τῶν] τὸν M 23 ὃς] ὡς U 24 τοῖς om. L 25 μᾶλλον] μόνον H 26 ἐπαίτιον N εἶναι HG2: ἶνα MG1UFN 9—159,17 17 N fol. 188r: τόν τε παιδείς—γεγονότων. κόσμον δεομένων, ἀλλὰ τὸ ἀψευδὲς τῆς ἀληθείας τελειότατον ἐχόντων ἐγκώμιον. ἀκούσαντα δὲ τὸν πατέρα τοῦ παντὸς τὸ λεχθὲν ἐπαινέσαι, καὶ οὐκ εἰς μακρὰν τὸ πάμμουσον καὶ ὑμνῳδὸν ἀναφανῆναι γένος ἐκ μιᾶς δὴ τῶν περὶ αὐτὸν δυνάμεων παρθένου Μνήμης, ἣν Μνημοσύνην παρατρέποντες οἱ πολλοὶ τοὔνομα καλοῦσιν. ὁ μὲν οὖν τῶν παλαιῶν μῦθος ὧδε ἔχει. ἑπόμενοι δὲ ἡμεῖς αὐτῷ λέγομεν, ὅτι οἰκειότατόν ἐστιν ἔργον θεῷ μὲν εὐεργετεῖν, γενέσει δὲ εὐχαριστεῖν μηδὲν ἔξω τούτου πλέον τῶν εἰς ἀμοιβὴν ἀντιπαρασχεῖν δυναμένῃ· ὃ γὰρ ἂν θελήσῃ τῶν ἄλλων ἀντιχαρίσασθαι, τοῦθ’ εὑρήσεται τοῦ πάντα πεποιηκότος ἀλλ’ οὐ τῆς κομιζούσης φύσεως κτῆμα ἴδιον.