τοιοῦτός ἐστιν ὁ παιδείας καρπὸς τρία ἔτη, τουτέστι τὸν τριμερῆ χρόνον, τὸν σύμπαντα αἰῶνα, καθαρώτατος καὶ διαυγέστατος, ὑπ’ οὐδενὸς βλαβεροῦ συσκιαζόμενος, λουτρῶν καὶ περιρραντηρίων ἢ συνόλως ἑτέρου τινὸς τῶν εἰς κάθαρσιν τεινόντων οὐδαμῇ οὐδαμῶς χρεῖος ὤν. „τῷ δὲ ἔτει“ φησί „τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ“. τὸν τέσσαρα ἀριθμὸν πολλαχοῦ μὲν τῆς νομοθεσίας, μάλιστα δὲ ἐν τῷ καταλόγῳ τῆς τοῦ παντὸς γενέσεως, ἀποσεμνύνειν ἔοικεν ὁ προφητικὸς λόγος· τὸ γὰρ αἰσθητὸν 1 ἓν] ἐν M 2 ἔτη om. U 2. 3 εἶτα—ἔσται om. F 2 ἰδίω M 2—4 οὐ—ἀπερικάθαρτος om. G 2 οὐ] κἄπειθ’ οὕτω L 4 κἄπειθ’ οὐ Mang. οὕτως οὐ scripsi: οὕτω cotld. b ταύτῃ conicio ἐκδέξαιτο Turn.: ἐκδέξηται τὸ MGUF, ἐκδέξεται Η 6 ὃς] ὃ MF 7 οὖν post παιδείας add. H2 8 μένε’. MGF τὰ om. U κτήματα MCrF 9 τῳ] τὸ M μὴ] μὲν M 10 παρόσον M: παρ’ ὅσον ceteri 11 νοῦν] γῆν F 12. 13 ἐπιπέμποντες scripsi: ἐπιλάμποντες codd. 14 #x003E; λέγεται coni. Cohn 15 αὑτοῦ Turn.: αὐτοῦ codd. 16 φαινομένης U ἐνεργείας GUF αὐτὸ M ᾧ scripsi: καὶ codd., ᾦ καὶ coni. Cohu 16. 17 ἀπὸ τοὺς συλλογικοὺς M 17 λόγους F: λόγοις ceteri 18 καθάρσεως Η : καθαιρέσεως MGUF καὶ ὁ H: om. MGUF 19 τῆς παιδείας H τοῦτ’ ἔστι M 22 τεινόντως M οὐδαμῆ οὐδαμῶς MGF: οὐδαμῆ U, οὐδαμῶς Η 24 αἰνετὸς Mang.: ἒν ἔτος codd. καὶ τίμιον φῶς, τὸ καὶ ἑαυτοῦ καὶ τῶν ἄλλων σαφέστατον γνώρισμα, καὶ τοὺς τοκέας αὐτοῦ ἥλιον καὶ σελήνην καὶ τὸν ἱερώτατον χορὸν τῶν ἀστέρων, οἳ νύκτα τε καὶ ἡμέραν, ἔτι τε μῆνας καὶ ἐνιαυτοὺς ἀνατολαῖς καὶ δύσεσιν ἐπεράτωσαν ἀριθμοῦ τε φύσιν ἀνέδειξαν, οἷς τὸ μέγιστον ψυχῆς ἀγαθὸν ἀνάκειται, ἡμέρᾳ τετάρτῃ φησὶ δημιουργηθῆναι (Gen. 1, 14). διαφερόντως δὲ καὶ νῦν αὐτὸν ἐκτετίμηκεν, οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸν τῶν δένδρων καρπὸν ἀναθεὶς τῷ θεῷ ἢ ἐνιαυτῷ τῆς φυτείας τετάρτῳ. λόγον γὰρ καὶ φυσικώτατον καὶ ἠθικώτατον ἔχει· τάς τε γοῦν τοῦ παντὸς ῥίζας, ἐξ ὧν ὁ κόσμος, τέτταρας εἶναι συμβέβηκε, γῆν, ὕδωρ, ἀέρα, πῦρ, καὶ τὰς ἐτησίους ὥρας ἰσαρίθμους, χειμῶνα καὶ θέρος καὶ τὰς μεθορίους, ἔαρ τε καὶ μετόπωρον.