<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="111"><p> παρὸ καὶ ἐν τῷ περὶ τῆς λέπρας  <milestone unit="altpage2" n="p. 346 M."/> τεθέντι νόμῳ διείρηται τὸν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ
κεφαλῆς <add>ἄκρας</add> ἕως ποδῶν ἐσχάτων καθαρὸν εἶναι (Lev. 13,12.13),
ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον
<lb n="10"/> καὶ ἀντιρρέπον καὶ ἐπαμφοτερίζον τῆς διανοίας μεθέμενοι πάθος τὸ
ἀποίκιλον καὶ ἀνενδοίαστον ἀληθείας ἁπλοῦν χρῶμα δεξώμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="112"><p>τὸ μὲν οὖν τὸ ξύλον φάσκειν περικαθαίρεσθαι λόγον ἔχει βεβαιούμενον ἀληθείᾳ, τὸ δὲ τὸν καρπὸν οὐ πάνυ τῷ ἐναργεῖ πεπίστωται· σῦκα γὰρ ἢ
σταφυλὴν ἢ συνόλως καρπὸν οὐδεὶς γεωργῶν περικαθαίρει. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="113"><p><milestone unit="altref" n="27"/> καὶ <lb n="15"/> μήν φησί γε· „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται“,
ὡς εἰωθότος δήπου περικαθαίρεσθαι ἀεί. λεκτέον οὖν, ὅτι
καὶ τοῦθ’ ἕν ἐστι τῶν ἐν ὑπονοίαις ἀποδιδομένων, τοῦ ῥητοῦ μὴ σφόδρα
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ ἀγαθὸν M, τὸν ἀγαθὸν F ἐξέδησαν M
<lb/>2 ἐπίκλησιν conicio ῥάβδου G ἐξελέπισε H o λευκὰ] λεπτὰ H2 τὸ] τὸν M τῆς UFH: τοῖς MG μέσοις H: μέσοισι ceteri
<lb/>4 ποικιλίαις G σκοταίοις GF: σκοτέοις M, σκοταίας UH ζοφεροῖς M: ζοφεραῖς GF, ζοφερὰς UH ἀναιρεθείσης FH: ἀναιρεθίση U, ἀνερεθίση MG ἀναιρεθείσης πανταχοῦ coiiicio 4.
<lb/>5 ποικιλλόμενον Mang.: ποικιλλομένη codd. 
<lb/>5 γενόμενον L, ἡνωμένον coniciebam #x003E; ἀδελφὸν conicio
<lb/>6 παρ’ ὃ U τιθέντι GU, τεχθέντι F, ταχθέντι L2 διήρηται MG τὸν Η: τὸ MGUF 
<lb/>7 διηθισμένον G χρημάτων M
<lb/>8 ἄκρας ex Clem. addidi ἐσχάτων ex Clem. scripsi: ἄκρων codd. καθαρῶν M
<lb/>10 ἀντιρέπον M II ἀνενδύαστον F δεξιώμεθα conicio, cf. Clem.
<lb/>12 τὸ ξύλον F: ξύλον ceteri 12.13 ἀλήθειαν MG
<lb/>13 πεπίστωται Mang.: πεπίστευται codd.
<lb/>14 ἢ post σταφυλὴν om. G
<lb/>15 αὐτῆς M ἀπερικάθαρτος Mang.: ἀκάθαρτος codd.
<lb/>16 δήποτε M 
<lb/>17 τοῦτ’ ἔνεστι MG, τοῦτ’ ἐστι F ἐν H: μὲν MGUF ὑπονοίας U</note> <note xml:lang="mul" type="footnote">4—11 Clem. Paedag. III ἑ
<lb/>53 p. 285 P δίδωσιν οὑν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνη ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασὠμεθα....
<lb/>54 παρ’ ὃ καὶ ὁ ἐν τῷ νόμῳ περὶ τῆς λέπρας διὰ Μωυσέως τεθεὶς νόμος τὸ ποικίλον καὶ πολύστικτον ὡς οὐχ ὅσιον ἀπωθεῖται . . . τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφ αλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον τῆς ἀληθείας ἀπλοῦν ἀγαπήσωμεν χρῶμα.</note>  

<pb n="v.2.p.156"/>
συνᾴδοντος. ἡ δὲ λέξις ἐστὶν ἀμφίβολος· δηλοῖ γὰρ ἓν μέν τι τοιοῦτον
„ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται“, εἶτα ἰδίᾳ τὸ „ἀπερικάθαρτος οὐ
βρωθήσεται“, ἕτερον δὲ „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος“,
 ἔπειθ’ οὕτως „<add>οὐ</add> βρωθήσεται.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="114"><p>κατὰ μὲν οὖν τὸ πρότερον
σημαινόμενον ταῦτα ἄν τις ἐκδέξαιτο· τῶν τριῶν ἐτῶν ἀντὶ τοῦ τριμεροῦς <lb n="5"/>
χρόνου παραλαμβανομένων, ὃς εἰς τὸν παρεληλυθότα καὶ ἐνεστῶτα
καὶ μέλλοντα τέμνεσθαι πέφυκεν, ὁ τῆς παιδείας καρπὸς ἔσται
καὶ ὑποστήσεται καὶ μενεῖ σῷος κατὰ πάντα τὰ χρόνου τμήματα, ἴσον
τῷ δι’ αἰῶνος φθορὰν μὴ δεχόμενος· ἄφθαρτος γὰρ ἡ τοῦ ἀγαθοῦ
φύσις. „ἀπερικάθαρτος δὲ καρπὸς οὐ βρωθήσεται“, παρόσον οἱ μὲν <lb n="10"/>
κεκαθαρμένοι καὶ ὑγιαίνοντες ἀστεῖοι λόγοι ψυχὴν τρέφουσι καὶ νοῦν
αὔξουσιν, οὐ τρόφιμοι δέ εἰσιν οἱ ἐναντίοι νόσον καὶ φθορὰν ἐπιπέμποντες
 αὐτῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.1st1K-grc1" subtype="section" n="115"><p>κατὰ δὲ τὸ ἕτερον σημαινόμενον ὥσπερ ἀναπόδεικτος
λέγεται διχῶς, ὅ τε δυσκόλως ἀργαλεότητος ἕνεκα ἐπιδεικνύμενος καὶ ὁ
ἐνθένδε γνώριμος ἐξ αὑτοῦ, τὸ σαφὲς οὐκ ἐκ τῆς ἑτέρου μαρτυρίας, <lb n="15"/>
ἀλλ’ ἐκ τῆς ἐμφαινομένης ἐναργείας αὐτῷ πιστούμενος, ᾧ πρὸς τοὺς
συλλογιστικοὺς εἴωθεν ἡ διαλεκτικὴ λόγους χρῆσθαι, οὕτως ἀπερικάθαρτος καρπὸς ὅ τε δεόμενος καθάρσεως καὶ μὴ κεκαθαρμένος, καὶ ὁ
 τηλαυγέστατος.</p></div></div></body></text></TEI>