<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="96"><p> καὶ μηδέποτε ἀποθνῄσκειν λέγονται (Num. 21,8). <milestone unit="altref" n="22"/> ταῦτα δ’
οὕτως μὲν λεγόμενα φάσμασιν ἔοικε καὶ τέρασι, δράκων ἀνθρώπου
προϊέμενος φωνὴν καὶ ἐνσοφιστεύων ἀκακωτάτοις ἤθεσι καὶ πιθανότησιν <lb n="25"/>
εὐπαραγώγοις γυναῖκα ἀπατῶν, καὶ ἕτερος αἴτιος σωτηρίας γενόμενος
 παντελοῦς τοῖς θεασαμένοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="97"><p>ἐν δὲ ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι τὸ μὲν
μυθῶδες ἐκποδὼν οἴχεται, τὸ δ’ ἀληθὲς ἀρίδηλον εὑρίσκεται· τὸν μὲν
οὖν τῆς γυναικὸς ὄφιν, αἰσθήσεως καὶ σαρκῶν ἐκκρεμαμένης ζωῆς,
ἡδονὴν εἶναί φαμεν, ἰλυσπωμένην καὶ πολυπλοκωτάτην, ἀνεγερθῆναι μὴ <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀναδιδαχθῆς Α
<lb/>3 οὕτω AG 4.
<lb/>5 παρ’ ἐπιχαιρεκακοῦσιν MA: παρά χαιρεκακοῦσιν G1H, παρὰ πᾶσι χαιρεκακοῦσιν G2
<lb/>7 δὲ om. GA ἀλόγων MA 
<lb/>8 οὐκ] ras. G
<lb/>9 ἔχεται MA
<lb/>10 ἐμβάλλοντες Α αὐτῶν MA: αὐῶν GH
<lb/>18 ὡμοίωσε Η2: ὁμοίωσε G, ὁμοίως ἐν MA(H1) καὶ prius MAGH1: om. H2 
<lb/>21 Μωϋσέως M: Μωϋσέος AGH
<lb/>23 μηδέ τότε MH1
<lb/>24 φάσκουσιν G 
<lb/>25 ἀκακώτοις coni. Mang.
<lb/>26 ἕτερος H: ἑτέροις MAG γινόμενος conicio 
<lb/>27 παντελοῦς Mang.: παντελῶς codd.
<lb/>28 ἀρίδηλον ἀληθὲς Η
<lb/>29 οὖν GH2: τοίνυν νοῦν M, οὖν τοίνυν A(H1)
<lb/>30 μὴ om. A</note>  

<pb n="v.2.p.115"/>
δυναμένην, αἰεὶ καταβεβλημένην, ἐπὶ μόνα τὰ γῆς ἕρπουσαν ἀγαθά,
καταδύσεις τὰς ἐν τῷ σώματι ζητοῦσαν, ὥσπερ ὀρύγμασιν ἢ χάσμασιν
ἑκάστῃ τῶν αἰσθήσεων ἐμφωλεύουσαν, σύμβουλον ἀνθρώπου, φονῶσαν
κατὰ τοῦ κρείττονος, ἰοβόλοις καὶ ἀνωδύνοις γλιχομένην δήγμασιν ἀποκτεῖναι·
<lb n="5"/> τὸν δὲ Μωυσέως ὄφιν τὴν ἡδονῆς ἐναντίαν διάθεσιν, καρτερίαν,
παρὸ καὶ τῆς χαλκοῦ κραταιοτάτης ὕλης κατεσκευασμένος εἰσάγεται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="98"><p>τὸν οὖν ἄκρως καταθεασάμενον τὸ καρτερίας εἶδος, κἂν εἰ δεδηγμένος πρότερον ὑπὸ τῶν φίλτρων ἡδονῆς τυγχάνοι, ζῆν ἀναγκαῖον· ἡ μὲν γὰρ
ἐπανατείνεται ψυχῇ θάνατον ἀπαραίτητον, ἐγκράτεια δ’ ὑγείαν καὶ
<lb n="10"/> σωτηρίαν προτείνει βίου. ἀντιπαθὲς δ’ ἀκολασίας φάρμακον ἡ ἀλεξίκακος σωφροσύνη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="99"><p>παντὶ δὲ σοφῷ τὸ καλὸν φίλον, ὃ καὶ πάντως ἐστὶ   <milestone unit="altpage2" n="p. 316 M."/> σωτήριον. ὥσθ’ ὅταν εὔχηται Μωυσῆς γενέσθαι τῷ Δὰν ἢ αὐτὸν
ἐκεῖνον ὄφιν—ἑκατέρως γὰρ ἔστιν ἐκδέξασθαι —, παραπλήσιον τῷ
ὑπ’ αὐτοῦ κατασκευασθέντι, ἀλλ’ οὐχ ὅμοιον τῷ τῆς Εὔας εὔχεται·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="100"><p><lb n="15"/> τὴν γὰρ εὐχὴν ἀγαθῶν αἴτησιν εἶναι συμβέβηκε. τὸ μὲν οὖν τῆς καρτερίας γένος ἀγαθὸν καὶ οἰστικὸν ἀφθαρσίας, ἀγαθοῦ τελείου, τὸ δὲ
τῆς ἡδονῆς κακὸν τὴν μεγίστην τιμωρίαν ἐπιφέρον, θάνατον. διὸ λέγει·
</p></div></div></body></text></TEI>