<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="91"><p>ἀλλ’ ὅμως κουφότερα ἀδικοῦσιν· ἀθλητὰς γὰρ ἵππους ἀνατρέφοντες τούς τε ἱεροὺς ἀγῶνας καὶ τὰς πανταχῇ πανηγύρεις ἀγομένας φασὶ κοσμεῖν
καὶ οὐχ ἡδονῆς μόνον [ἀλλὰ] καὶ τῆς περὶ τὴν θέαν τέρψεως
<lb n="20"/>αἴτιοι γίνεσθαι τοῖς ὁρῶσιν, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀσκήσεώς τε καὶ μελέτης·
οἱ γὰρ τὸν τοῦ νικηφορῆσαι πόθον ἐνιδόντες θηρίοις, διὰ τιμῆς
ἔρωτα καὶ ζῆλον ἀρετῆς ἀλέκτῳ τινὶ προτροπῇ καὶ προθυμίᾳ χρησάμενοι,
πόνους ἡδεῖς ὑποστάντες τῶν οἰκείων καὶ ἐπιβαλλόντων οὐκ
ἀφέξονται, πρὶν ἢ ἐπὶ τέλος ἐλθεῖν αὐτῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="92"><p>ἀλλ’ οὗτοι μὲν εὑρεσιλογοῦσιν <lb n="25"/> ἀδικοῦντες, οἱ δ’ ἄνευ ἀπολογίας διαμαρτάνοντές εἰσιν οἱ τὸν
ἀναβάτην νοῦν ἔποχον ἀποφαίνοντες ἄπειρον ἱππικῆς ἐπιστήμης κακίᾳ
<note xml:lang="mul" type="footnote"><lb/>3 λαὸν GL: ἄλλον MAH
<lb/>5 ἐργάσηται] η Η2 in ras.
<lb/>7 τοῖχον] τυχὼν Α 
<lb/>8 βίας τῶν G: βιαστῶν MH, βιασθῶ Α καταπνεόντων Η: κακὰ πνεόντων MAG 
<lb/>9 ἐξαιρούμενον G
<lb/>10 ὑπέραντλος GH: ὑπεραντᾶ M, ὑπὲρ αὐτὰ Α ὁ] ὅσω M γινόμενος MGH: γενόμενος ante ὁ νοῦς Α
<lb/>11 τὸ om. L
<lb/>14 τετίμηται μᾶλλον Α, μᾶλλον om. L τετίμηται <add>ἀνθρώπων</add> conicio 14.
<lb/>15 ἵππον et κατευωχημένον Α
<lb/>14 ἀγέλαι H2: ἄγεται ceteri
<lb/>15 προέρχονται H2: προέρχεται ceteri ἑπομένων] πενομένων vel πενήτων conicio, αἰτουμένων Cohn οὐδ’ Α εἶς H: εἰς MAG
<lb/>16 εἰς prius H2: om. ceteri οὐ] οὐδὲ conicio 17—114,8 ἀθλητὰς—ἐπιστήμην add. m. rec. in mg. Η
<lb/>17 ἀναστρέφοντες A
<lb/>18 πανταχοῦ AG
<lb/>19 ὠὰ eras. G, habent eeteri αἴτιον Α 
<lb/>20 γίνεσθαι ex γενέσθαι corr. Η καλῶν Mang.: κακῶν codd.
<lb/>21 ἐνιδόντες Mang.: ἐνδιδόντες codd.
<lb/>22 ἀλήκτῳ Α ἡδέως coni. Mang.
<lb/>24 ἢ om. A 
<lb/>25 ἁμαρτάνοντες Α</note>  

<pb n="v.2.p.114"/>
 καὶ πάθει τετράποδι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="93"><p>ἐὰν μέντοι τέχνην τὴν ἡνιοχικὴν ἀναδιδαχθεὶς
ἐπὶ πλέον ἐνομιλήσῃς καὶ ἐνδιατρίψῃς αὐτῇ καὶ ἤδη νομίσῃς ἱκανὸς εἶναι
δύνασθαι κρατεῖν ἵππων, ἀναβὰς ἔχου τῶν ἡνιῶν· οὕτως γὰρ οὔτε
ἀνασκιρτώντων αὐτὸς ἀποπίπτων μετὰ τραυμάτων δυσιάτων γέλωτα παρ’
ἐπιχαιρεκακοῦσιν ὀφλήσεις θεαταῖς οὔτ’ ἐξ ἐναντίας ἢ κατόπιν ἐπιτρεχόντων <lb n="5"/>
ἐχθρῶν ἁλώσῃ, τοὺς μὲν τάχει φθάνων τῷ προεκδραμεῖν
διώκοντας, τῶν δὲ προσιόντων ἀλογῶν διὰ τὴν τοῦ δύνασθαι ἐξαναχωρεῖν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="94"><p> ἀσφαλῶς ἐπιστήμην. <milestone unit="altref" n="21"/> οὐκ εἰκότως οὖν Μωυσῆς ἐπὶ τῇ τῶν
ἀναβατῶν ᾄδων ἀπωλείᾳ τοῖς ἱππεῦσιν εὔχεται σωτηρίαν παντελῆ;
δύνανται γὰρ οὗτοι χαλινὸν ταῖς ἀλόγοις δυνάμεσιν ἐμβαλόντες αὐτῶν <lb n="10"/>
ἐπιστομίζειν τῆς πλεοναζούσης τὴν φορὰν ὁρμῆς. τίς οὖν ἡ εὐχή,
λεκτέον· „γενέσθω“ φησί „Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου,
δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν
 περιμένων κυρίου“ (Gen. 49,17. 18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="95"><p>ὃ δ’ αἰνίττεται διὰ τῆς εὐχῆς,
μηνυτέον· ἑρμηνεύεται Δὰν κρίσις· τὴν <milestone unit="altpage1" n="p. 315 Μ"/>  οὖν ἐξετάζουσαν καὶ ἀκριβοῦσαν
καὶ διακρίνουσαν καὶ τρόπον τινὰ δικάζουσαν ἕκαστα τῆς ψυχῆς δύναμιν <lb n="16"/>
ὡμοίωσε δράκοντι—ζῷον δ’ ἐστὶ καὶ τὴν κίνησιν ποικίλον καὶ συνετὸν
ἐν τοῖς μάλιστα καὶ πρὸς ἀλκὴν ἕτοιμον καὶ τοὺς χειρῶν ἄρχοντας
ἀδίκων ἀμύνασθαι δυνατώτατον—, οὐ μὴν τῷ φίλῳ καὶ συμβούλῳ
ζωῆς—Εὔαν πατρίῳ γλώττῃ καλεῖν αὐτὴν ἔθος—, ἀλλὰ τῷ πρὸς <lb n="20"/>
Μωυσέως ἐξ ὕλης χαλκοῦ δημιουργηθέντι, ὃν οἱ δηχθέντες ὑπὸ τῶν
ἰοβόλων ὄφεων καίτοι μέλλοντες τελευτήσειν ὁπότε κατίδοιεν ἐπιβιοῦν
</p></div></div></body></text></TEI>