<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="81"><p>τὴν γοῦν παράλιον ᾠδὴν ᾄδουσι μὲν πάντες ἄνδρες, οὐ μὴν τυφλῇ <lb n="15"/> διανοίᾳ, ἀλλ’ ὀξὺ καθορῶντες Μωυσέως ἐξάρχοντος, ᾄδουσι δὲ καὶ
γυναῖκες αἱ πρὸς ἀλήθειαν ἄρισται, τῷ τῆς ἀρετῆς ἐγγεγραμμέναι
πολιτεύματι, Μαριὰμ ἀφηγουμένης αὐταῖς. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="82"><p><milestone unit="altref" n="18"/> ὕμνος δὲ ὁ αὐτὸς ἀμφοτέροις ᾄδεται τοῖς χοροῖς ἐπῳδὸν ἔχων θαυμασιώτατον, ὃν ἐφυμνεῖσθαι
καλόν· ἔστι δὲ τοιόσδε· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ
  <milestone unit="altpage2" n="p. 313 M."/> δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15,1.21)·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="83"><p><lb n="21"/> ἀμείνονα γὰρ καὶ τελειοτέραν οὐκ ἄν τις εὕροι σκοπῶν νίκην ἢ καθ’ ἣν τὸ τετράπουν καὶ σκιρτητικὸν καὶ ὑπέραυχον ἥττηται παθῶν τε καὶ
κακιῶν ἀλκιμώτατον στῖφος—καὶ γὰρ κακίαι τῷ γένει τέτταρες καὶ
πάθη ταύταις ἰσάριθμα—, πρὸς δὲ καὶ ὁ ἐπιβάτης αὐτῶν μισάρετος καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ὤων Mang.: ὅλων codd. κακιῶν addidi ἑκάστων λογισμοῖς conicio ex λογισμῶν corr. λογισμὸν Α
<lb/>2 νομίζουσιν Α, νομισθῶσιν coni. Mang.
<lb/>5 εἴδωσι Α ἁρμόττει s. s. Η2
<lb/>7 δὲ Η: δὴ MAG
<lb/>8 ἀναμέλψουσιν Maug.: ἀναμέλψωσιν codd. ἁρμονίαν in ras. M
<lb/>9 Μωσεῖ codd.
<lb/>10 καὶ om. L 12.
<lb/>13 τό τε] τοῦ τε M
<lb/>13 post εὐχαριστίᾳ hab. γνώμη Η, postea del.
<lb/>14 οὐ GH: οἱ MA μὴν H2: μὲν MAH1, om. G τυφλοὶ Α
<lb/>15 Μωυσέως MA: Μωυσέος GH 
<lb/>16 αἱ om. H
<lb/>17 ἀφηγουμέναις Α δ’ Α 17.
<lb/>18 ἀμφοτέροις ὁ αὐτὸς Α 
<lb/>17 αὐτῆς M(H1)
<lb/>19 δὲ καὶ G τοιόσδε G: τοιόνδε MAH
<lb/>20 δεδοξάσθαι AG
<lb/>21 ἧ M, om. Α
<lb/>22 ὑπέρμαχον G
<lb/>23 τέσσαρες G 24. 112,1 νοῦς ὁ μισάρετος καὶ φιλοπαθὴς H</note> <note xml:lang="mul" type="footnote"><lb/>19 Clemens Strom. V
<lb/>52 p. 677 P: ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγη ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος τὴν ἐπιθυμίαν σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι, „ἔρριψεν εἰς θάλασσαν“ εἰς τἀς κοσμικὰς ἀταξίας ἀποβαλών.</note>  

<pb n="v.2.p.112"/>
φιλοπαθὴς νοῦς καταπεσὼν οἴχεται, ὃς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀδικίαις
τε καὶ πανουργίαις, ἔτι δὲ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ τοῖς παραπλησίοις
 θρέμμασιν ἐγεγήθει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="84"><p>παγκάλως οὖν ὁ νομοθέτης ἐν ταῖς
παραινέσεσιν ἐκδιδάσκει μηδ’ ἄρχοντα χειροτονεῖν ἱπποτρόφον, ἀνεπιτήδειον
οἰόμενος εἶναι πρὸς ἡγεμονίαν πάνθ’ ὃς ἂν περὶ ἡδονὰς καὶ <lb n="5"/>
ἐπιθυμίας καὶ ἔρωτας ἀκαθέκτους μεμηνὼς οἷα ἀχαλίνωτος καὶ ἀφηνιαστὴς
ἵππος οἰστρᾷ· λέγει γὰρ ὧδε· „οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν
ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστι· διότι οὐ πληθυνεῖ ἑαυτῷ
ἵππον, οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον“ (Deut. 17,15. 16).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="85"><p>οὐκοῦν τῶν ἱπποτρόφων πρὸς ἀρχὴν πέφυκεν οὐδεὶς κατὰ τὸν ἱερώτατον <lb n="10"/>
Μωυσῆν· καίτοι φαίη τις ἂν ἴσως, ὅτι μεγάλη χείρ ἐστι βασιλέως
ἱππικὴ δύναμις οὔτε πεζῆς οὔτε ναυτικῆς ἀποδέουσα, πολλαχοῦ δὲ καὶ
λυσιτελεστέρα καὶ μάλιστα ἐν οἷς ἀνυπερθέτου καὶ συντόνου τάχους τῆς
ἐπεξόδου δεῖ τῶν καιρῶν μέλλειν οὐκ ἐπιτρεπόντων, ἀλλ’ ἐπ’ αὐτῆς
ἱσταμένων ἀκμῆς, ὡς μὴ ἀναβάλλεσθαι τοὺς ὑστερηκότας μᾶλλον ἢ <lb n="15"/>
ἀποτυχεῖν ἂν εἰκότως εἰσάπαν νομισθῆναι, φθάντων παρελθεῖν ὥσπερ
</p></div></div></body></text></TEI>