<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="76"><p>τῷ μὲν δὴ τοιοῦτον ἀποβαίνει τὸ <lb n="15"/>
τέλος, τὸ δὲ ὄχημα ἀνακουφιζόμενον καὶ ἐξαλλόμενον μετὰ βίας, ὅταν
ἐπὶ γῆν παλίσσυτον ἐνεχθῇ, ῥᾷστα κατάγνυται, ὡς μηκέτ’ αὖθις ἁρμοσθῆναι
καὶ παγῆναι δύνασθαι· τὰ δὲ ζῷα πάντων τῶν συνεχόντων
ἀφειμένα παρακινεῖται καὶ οἰστρᾷ καὶ οὐ παύεται φερόμενα, πρὶν
ὑποσκελισθέντα πεσεῖν ἢ κατά τινος ἐνεχθέντα κρημνοῦ βαθέος παραπολέσθαι. <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="77"><p><milestone unit="altref" n="17"/> τοῦτον οὖν ἔοικε τὸν τρόπον αὐτοῖς ἐπιβάταις τὸ τῆς
ψυχῆς ὄχημα σύμπαν διαφθείρεσθαι πλημμελῆσαν τὴν ἡνιόχησιν. τοὺς
δὴ τοιούτους ἵππους καὶ τοὺς ἐποχουμένους ἄνευ τέχνης αὐτοῖς λυσιτελὲς
καθαιρεῖσθαι, ἵνα τὰ ἀρετῆς ἐγείρηται· πιπτούσης γὰρ ἀφροσύνης ἀνάγκη
 φρόνησιν ὑπανίστασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="78"><p>διὰ τοῦτ’ ἐν προτρεπτικοῖς Μωυσῆς φησιν· <lb n="25"/>
„ἐὰν ἐξέλθῃς εἰς πόλεμον ἐπ’ ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην
καὶ λαὸν πλείονα, οὐ φοβηθήσῃ, ὅτι κύριος ὁ θεὸς μετὰ σοῦ“
(Deut. 20,1)·
θυμοῦ γὰρ καὶ ἐπιθυμίας καὶ συνόλως ἁπάντων παθῶν, πασῶν δὲ καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπιθυμίαι L
<lb/>6 οὖν καὶ ἀπὸ Α
<lb/>8 πλημμελῆ GH2: πλημμελεῖ MA(H1) ποιεῖ τὸν Α
<lb/>11 τοῦ δίφρου coni. Mang.
<lb/>12 ἀνατραπεὶς add. m. rec. in mg. Η ἀπηώρηται codd.: ἐπῃώρηται Turn. ἐν ἁρματροχιαῖς GH: ἐναρμοιτροΧίαις M, ἐναρμοτροχιαῖς Α
<lb/>14 φερόμενος Α
<lb/>17 κατεάγνυται H2 
<lb/>19 παρακινεῖται — φερόμενα add. ra. rec. in Η
<lb/>21 τῆς om. M
<lb/>22 ὄχημα om. Α πλημμελῆσαν τὴν ἡνιόχησιν GH2: πλημμελήσοντα ἡνιόχησις MAH1, tum add. ἡ M, εἰ Α, ras. H πλημμεληθέν <add>περὶ</add> τὴν conicio H. 22.
<lb/>23 τοὺς δὴ om. Α 
<lb/>27 φοβηθῆς Α
<lb/>28 — 111,4 θυμοῦ — πανταχοῦ add. m. rec. in mg. H
<lb/>28 πασῶν δὲ om. Turn., ἡ Mang „ex Ms. “ (!)</note>  

<pb n="v.2.p.111"/>
τῶν ἄλλων <add>κακιῶν</add> ἐποχουμένων ὥσπερ ἵπποις ἑκάστοις λογισμῶν, κἂν
ἀμάχῳ ῥώμῃ κεχρῆσθαι νομίζωσιν, ἀλογητέον τοὺς ἔχοντας τὴν τοῦ
μεγάλου βασιλέως θεοῦ δύναμιν ὑπερασπίζουσαν καὶ προαγωνιζομένην
αἰεὶ καὶ πανταχοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="79"><p>στρατὸς δὲ θεῖος αἱ ἀρεταὶ φιλοθέων ὑπέρμαχοι <lb n="5"/> ψυχῶν, αἷς, ἐπειδὰν ἴδωσι τὸν ἀντίπαλον ἡττημένον, ἁρμόττει πάγκαλον
καὶ πρεπωδέστατον ὕμνον ᾄδειν τῷ νικηφόρῳ καὶ καλλινίκῳ θεῷ. δύο
δὲ χοροί, ὁ μὲν τῆς ἀνδρωνίτιδος, ὁ δὲ τῆς γυναικωνίτιδος ἑστίας,
στάντες ἄντηχον καὶ ἀντίφωνον ἀναμέλψουσιν ἁρμονίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="80"><p>χρήσεται δ’ ὁ μὲν τῶν ἀνδρῶν χορὸς ἡγεμόνι Μωυσεῖ, νῷ τελείῳ, ὁ δὲ τῶν γυναικῶν
<lb n="10"/> Μαριάμ, αἰσθήσει κεκαθαρμένῃ (Exod. 15, 1. 20)· δίκαιον γὰρ καὶ
νοητῶς καὶ αἰσθητῶς τοὺς εἰς τὸ θεῖον ὕμνους καὶ εὐδαιμονισμοὺς
ἀνυπερθέτως ποιεῖσθαι καὶ τῶν ὀργάνων ἐμμελῶς κρούειν ἑκάτερον, τό
τε νοῦ καὶ αἰσθήσεως, ἐπὶ τῇ τοῦ μόνου σωτῆρος εὐχαριστίᾳ καὶ τιμῇ.
</p></div></div></body></text></TEI>