<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="71"><p>καὶ πρὸς σκιρτήσεις μὲν καὶ τοὺς συνεχεῖς ἀφηνιασμούς εἰσι μάστιγες καὶ μύωπες εὐτρεπεῖς καὶ τἄλλ’
ὅσα πωλοδάμναις ἵππων κατεσκεύασται κολαστήρια. καὶ θαυμαστὸν
<lb n="20"/> οὐδέν· ἀνιόντος γὰρ τοῦ ἱππέως καὶ ἱππικὴ τέχνη συνανέρχεται, ὥστε
δύο ὄντες καὶ ἐποχούμενοι καὶ ἐπιστήμονες εἰκότως ἑνὸς καὶ ὑποβεβλημένου
καὶ ἀπαραδέκτου τέχνης ζῴου περιέσονται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="72"><p><milestone unit="altref" n="16"/> μεταβὰς τοίνυν ἀπὸ τῶν χρεμετιζόντων καὶ τῶν ἐποχουμένων αὐτοῖς τὴν σαυτοῦ ψυχὴν
εἰ θέλεις ἐρεύνησον· εὑρήσεις γὰρ ἐν τοῖς μέρεσιν αὐτῆς καὶ ἵππους
<lb n="20"/> καὶ ἡνίοχον καὶ ἀναβάτην, ὅσαπερ καὶ ἐν τοῖς ἐκτός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="73"><p>ἵπποι μὲν οὖν
<note xml:lang="mul" type="footnote"><lb/>1 μόνον] μὲν coni. Mang. ἄνθρωπον G: ἀνθρώπου ceteri ἐποχούμενον codd.: ἐποχουμένου v ἐποχουμένου scripsi: ἐποχουμένῳ codd., ἐποχούμενον v 
<lb/>4 δ’ M αὑτὸν Α ὅσθ’ M(G1)
<lb/>5 ὅποι Α κεῖσε scripsi: κεῖσε MAH1, ἐκεῖσε GH2 ἀναγκαῖον vid. del. 5.
<lb/>6 προιδόμενον scripsi: προειδόμενον codd. 
<lb/>7 συνηνέχθη seclusi συγκαταποθῆναι MG, mg. Η: συγκαταπτωθῆναι Α, καταποντισθῆναι text. H, συγκαταποντισθῆναι Turn. ante τὸν add. δεῖ MGH τὸν τὸ L
<lb/>9 περιαυχενίας G ἀνείληπται Η 11.
<lb/>12 πρὸς τὴν ἀλήθειαν Α 
<lb/>13 προέρχηται Η2: προσέρχηται ceteri καταψύχῃ Α, καταψύχει L ὡς H2: ὢ M, ὧ AG(H1?) ἀνεπαίρων Α
<lb/>14 πέραν Α: πέρα ceteri
<lb/>15 ἐπιμένῃ H2: ὑπομένη ceteri
<lb/>16 λαβόμενος conicio
<lb/>17 μὲν] μέντοι conicio 
<lb/>18 εὐπρεπεῖς Α τἄλλα GH
<lb/>19 κατεσκευάσθαι G
<lb/>20 συνανέρχεται Mang.: συνέρχεται codd.
<lb/>21 καὶ ἐποχούμενος καὶ ἐπιστήμων conicio τέχνης Turn.: τέχνη codd. ζώου H2: ζώων ceteri
<lb/>23 αὐτῆς Α
<lb/>24 θέλοις A 
<lb/>25 ἡνίοχον καὶ Mang. : ἡνιόχους καὶ MA, ἡνιοχικὸν GH ὥσπερ coni. Mang.</note>  

<pb n="v.2.p.110"/>
ἐπιθυμία καὶ θυμός εἰσιν, ὁ μὲν ἄρρην, ἡ δὲ θήλεια. διὰ τοῦθ’ ὁ μὲν
γαυριῶν ἄφετος εἶναι βούλεται καὶ ἐλεύθερος καὶ ἔστιν ὑψαύχην ὡς ἂν
ἄρρην, ἡ δ’ ἀνελεύθερος καὶ δουλοπρεπὴς καὶ πανουργίᾳ χαίρουσα
οἰκόσιτος, οἰκοφθόρος· θήλεια γάρ. ἀναβάτης δὲ καὶ ἡνίοχος εἷς ὁ
νοῦς· ἀλλ’ ἡνίκα μὲν μετὰ φρονήσεως ἄνεισιν, ἡνίοχος, ὁπότε δὲ μετ’ <lb n="5"/>
 ἀφροσύνης, ἀναβάτης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="74"><p>ἄφρων μὲν οὖν ὑπὸ ἀμαθίας κρατεῖν ἀδυνατεῖ
τῶν ἡνιῶν, αἱ δὲ τῶν χειρῶν ἀπορρυεῖσαι χαμαὶ πίπτουσι, τὰ δὲ ζῷα
 εὐθὺς ἀφηνιάσαντα πλημμελῆ καὶ ἄτακτον ποιεῖται τὸν δρόμον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="75"><p>ὁ δ’
ἐπιβεβηκὼς οὐδενὸς ἐνειλημμένος, ὑφ’ οὗ στηριχθήσεται, πίπτει, περιδρυπτόμενος
δὲ γόνυ καὶ χεῖρας καὶ πρόσωπα μεγάλα κλαίει τὴν ἰδίαν <lb n="10"/>
κακοπραγίαν ὁ δείλαιος, πολλάκις δὲ καὶ τὰς βάσεις πρὸς τὸν δίφρον
ἐξημμένος ἀνατραπεὶς ὕπτιος ἐπὶ νῶτα <milestone unit="altpage1" n="p. 312 Μ."/>  ἀπῃώρηται καὶ ἐν ἁρματροχιαῖς
αὐταῖς κεφαλήν  τε καὶ αὐχένα καὶ ὤμους ἀμφοτέρους περιθραύεται κατασυρόμενος,
εἶθ’ ὧδε κἀκεῖσε φορούμενος καὶ πᾶσι τοῖς ἐν ποσὶ προσαραττόμενος
 οἰκτρότατον ὑπομένει θάνατον.</p></div></div></body></text></TEI>