καὶ πρὸς σκιρτήσεις μὲν καὶ τοὺς συνεχεῖς ἀφηνιασμούς εἰσι μάστιγες καὶ μύωπες εὐτρεπεῖς καὶ τἄλλ’ ὅσα πωλοδάμναις ἵππων κατεσκεύασται κολαστήρια. καὶ θαυμαστὸν οὐδέν· ἀνιόντος γὰρ τοῦ ἱππέως καὶ ἱππικὴ τέχνη συνανέρχεται, ὥστε δύο ὄντες καὶ ἐποχούμενοι καὶ ἐπιστήμονες εἰκότως ἑνὸς καὶ ὑποβεβλημένου καὶ ἀπαραδέκτου τέχνης ζῴου περιέσονται. μεταβὰς τοίνυν ἀπὸ τῶν χρεμετιζόντων καὶ τῶν ἐποχουμένων αὐτοῖς τὴν σαυτοῦ ψυχὴν εἰ θέλεις ἐρεύνησον· εὑρήσεις γὰρ ἐν τοῖς μέρεσιν αὐτῆς καὶ ἵππους καὶ ἡνίοχον καὶ ἀναβάτην, ὅσαπερ καὶ ἐν τοῖς ἐκτός. ἵπποι μὲν οὖν 1 μόνον] μὲν coni. Mang. ἄνθρωπον G: ἀνθρώπου ceteri ἐποχούμενον codd.: ἐποχουμένου v ἐποχουμένου scripsi: ἐποχουμένῳ codd., ἐποχούμενον v 4 δ’ M αὑτὸν Α ὅσθ’ M(G1) 5 ὅποι Α κεῖσε scripsi: κεῖσε MAH1, ἐκεῖσε GH2 ἀναγκαῖον vid. del. 5. 6 προιδόμενον scripsi: προειδόμενον codd. 7 συνηνέχθη seclusi συγκαταποθῆναι MG, mg. Η: συγκαταπτωθῆναι Α, καταποντισθῆναι text. H, συγκαταποντισθῆναι Turn. ante τὸν add. δεῖ MGH τὸν τὸ L 9 περιαυχενίας G ἀνείληπται Η 11. 12 πρὸς τὴν ἀλήθειαν Α 13 προέρχηται Η2: προσέρχηται ceteri καταψύχῃ Α, καταψύχει L ὡς H2: ὢ M, ὧ AG(H1?) ἀνεπαίρων Α 14 πέραν Α: πέρα ceteri 15 ἐπιμένῃ H2: ὑπομένη ceteri 16 λαβόμενος conicio 17 μὲν] μέντοι conicio 18 εὐπρεπεῖς Α τἄλλα GH 19 κατεσκευάσθαι G 20 συνανέρχεται Mang.: συνέρχεται codd. 21 καὶ ἐποχούμενος καὶ ἐπιστήμων conicio τέχνης Turn.: τέχνη codd. ζώου H2: ζώων ceteri 23 αὐτῆς Α 24 θέλοις A 25 ἡνίοχον καὶ Mang. : ἡνιόχους καὶ MA, ἡνιοχικὸν GH ὥσπερ coni. Mang. ἐπιθυμία καὶ θυμός εἰσιν, ὁ μὲν ἄρρην, ἡ δὲ θήλεια. διὰ τοῦθ’ ὁ μὲν γαυριῶν ἄφετος εἶναι βούλεται καὶ ἐλεύθερος καὶ ἔστιν ὑψαύχην ὡς ἂν ἄρρην, ἡ δ’ ἀνελεύθερος καὶ δουλοπρεπὴς καὶ πανουργίᾳ χαίρουσα οἰκόσιτος, οἰκοφθόρος· θήλεια γάρ. ἀναβάτης δὲ καὶ ἡνίοχος εἷς ὁ νοῦς· ἀλλ’ ἡνίκα μὲν μετὰ φρονήσεως ἄνεισιν, ἡνίοχος, ὁπότε δὲ μετ’ ἀφροσύνης, ἀναβάτης. ἄφρων μὲν οὖν ὑπὸ ἀμαθίας κρατεῖν ἀδυνατεῖ τῶν ἡνιῶν, αἱ δὲ τῶν χειρῶν ἀπορρυεῖσαι χαμαὶ πίπτουσι, τὰ δὲ ζῷα εὐθὺς ἀφηνιάσαντα πλημμελῆ καὶ ἄτακτον ποιεῖται τὸν δρόμον. ὁ δ’ ἐπιβεβηκὼς οὐδενὸς ἐνειλημμένος, ὑφ’ οὗ στηριχθήσεται, πίπτει, περιδρυπτόμενος δὲ γόνυ καὶ χεῖρας καὶ πρόσωπα μεγάλα κλαίει τὴν ἰδίαν κακοπραγίαν ὁ δείλαιος, πολλάκις δὲ καὶ τὰς βάσεις πρὸς τὸν δίφρον ἐξημμένος ἀνατραπεὶς ὕπτιος ἐπὶ νῶτα ἀπῃώρηται καὶ ἐν ἁρματροχιαῖς αὐταῖς κεφαλήν τε καὶ αὐχένα καὶ ὤμους ἀμφοτέρους περιθραύεται κατασυρόμενος, εἶθ’ ὧδε κἀκεῖσε φορούμενος καὶ πᾶσι τοῖς ἐν ποσὶ προσαραττόμενος οἰκτρότατον ὑπομένει θάνατον.