<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="66"><p>οὐκοῦν ἐπειδὰν ὁ ἀγελάρχης νοῦς παραλαβὼν τὴν ψυχῆς
ἀγέλην νόμῳ φύσεως διδασκάλῳ χρώμενος εὐτόνως ἀφηγῆται, δόκιμον <lb n="20"/>
αὐτὴν καὶ σφόδρα ἐπαινετὴν ἀπεργάζεται, ὅταν δὲ παρανομίᾳ ῥᾳθύμως
καὶ ἀνειμένως προσφερόμενος, ψεκτήν. εἰκότως τοίνυν ὁ μὲν βασιλέως
ὄνομα ὑποδύσεται ποιμὴν προσαγορευθείς, ὁ δ’ ὀψαρτυτοῦ τινος ἢ
σιτοπόνου κτηνοτρόφος ἐπιφημισθείς, εὐωχίαν καὶ θοίνην ἀδηφαγεῖν
θρέμμασιν εἰωθόσιν εὐτρεπιζόμενος.</p><lb n="25"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="67"><p><milestone unit="altref" n="15"/> Ὃν δὴ τρόπον γεωργὸς μὲν ἐργάτου γῆς, ποιμὴν δὲ κτηνοτρόφου
διενήνοχεν, οὐκ ἀμελῶς ἐπιδέδειχα. καὶ τρίτον δ’ ἐστὶ συγγένειάν τινα ἔχον πρὸς τὰ λεχθέντα, περὶ οὗ νῦν ἐροῦμεν· ἱππέα τε
<note xml:lang="mul" type="footnote"><lb/>2 ἴσως UF: om. ceteri ᾐδέσθησαν om. Α
<lb/>5 καὶ om. UF 5.
<lb/>6 ὑπέρμαχον G
<lb/>6 αὔρα καταπνεύσειεν MAGF: καταπνεύσειεν αὔρα Η, καταπνεύσειεν (om. αὔρα) U
<lb/>7 πλαστὴν U
<lb/>9 post δυνάμεων add. ὁ λόγος UF
<lb/>11 ἒν] εἰ Α
<lb/>12 φάσκει A
<lb/>13 εὐφυοῦς UF
<lb/>14 προσορμήσασθαι L 
<lb/>15 πλοῦν] πλοῦτον F ἐκποιήσασθαι UF
<lb/>17 πᾶσα UF: πᾶσα μὲν ceteri γῆν δέ ξένην L
<lb/>19 —
<lb/>21 οὐκοῦν — ἀπεργάζεται om. UF
<lb/>19 οὐκοῦν] οὐκα Α 
<lb/>20 ἀφηγεῖται AL
<lb/>21 ἀπεργάσεται conicio
<lb/>22 τοίνυν G
<lb/>23 ὑποδύεται Α ὀψαρτύπου Α 23.
<lb/>24 ἢ σιτοπόνου om. UF
<lb/>24 θοῖναν UF ἀδηφαγεῖν MUF: ἀδδηφαγεῖν AG, ἀδδηφαγεῖ Η, alterum δ add. Η2
<lb/>26 ὃν MAUFH1: ὃν οὑν GH2 γῆς om. UF
<lb/>27 ἐπιδέδεικται UF. hic desinunt UF, περὶ γεωργίας subscripsit U
<lb/>28 ἱππέα Α: ἶπον ceteri τε om. L</note>  

<pb n="v.2.p.109"/>
γὰρ καὶ ἀναβάτην οὐ μόνον, ἄνθρωπον ἐποχούμενον ἐποχουμένου
χρεμετιστικῷ ζῴῳ μακρῷ διαφέρειν ἡγεῖται, ἀλλὰ καὶ λογισμὸν λογισμοῦ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="68"><p>ὁ μὲν τοίνυν ἄνευ τέχνης ἱππικῆς ἐπιβεβηκὼς λέγεται μὲν εἰκότως ἀναβάτης, ἐκδέδωκε δὲ ἑαυτὸν ἀλόγῳ καὶ σκιρτητικῷ θρέμματι, ὥσθ’
<note xml:lang="mul" type="marginal">p. 311 Μ.</note> ὅπῃ ἂν ἐκεῖνο χωρῇ | ’κεῖσε πάντως ἀναγκαῖον φέρεσθαι καὶ μὴ προϊδόμενον
<lb n="6"/> χάσμα γῆς ἢ βαθύν τινα βόθρον ὑπὸ τῆς ἐν τῷ δρόμῳ ῥύμης
κατακρημνισθῆναι [συνηνέχθη] καὶ συγκαταποθῆναι τὸν φερόμενον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="69"><p>ὁ δ’ ἱππεὺς πάλιν, ὅταν ἀνέρχεσθαι μέλλῃ, χαλινὸν ἐντίθησι κἄπειτ’
ἐφαλλόμενος τῆς περιαυχενίου χαίτης ἐνείληπται καὶ φέρεσθαι δοκῶν
<lb n="10"/> αὐτός, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄγει τὸ κομίζον τρόπον κυβερνήτου· καὶ
γὰρ ἐκεῖνος ἄγεσθαι δοκῶν ὑπὸ νεὼς τῆς κυβερνωμένης ἄγει πρὸς ἀλήθειαν
αὐτὴν καὶ ἐφ’ οὓς ἐπείγεται παραπέμπει λιμένας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="70"><p>ὅταν μὲν οὖν εὐηνίως προέρχηται, καταψήχει ὁ ἱππεὺς ὡς ἂν ἐπαινῶν τὸν ἵππον,
ὅταν δὲ σὺν πλείονι ὁρμῇ πέραν ἐκφέρηται τοῦ μετρίου, μετὰ βίας
<lb n="15"/> εὐτόνως ἀναχαιτίζει, ὡς ὑπανεῖναι τοῦ τάχους· ἐὰν δὲ ἀπειθῶν ἐπιμένῃ,
λαβὼν τοῦ χαλινοῦ ὅλον ἀντέσπασε καὶ ἀντιπεριήγαγεν αὐτοῦ τὸν
αὐχένα, ὡς ἐξ ἀνάγκης στῆναι·</p></div></div></body></text></TEI>