οὗτος τὰ μὲν ἄγρια τῶν δένδρων ἡμεροῦν, τὰ δ’ ἥμερα ἐπιμελείαις συναύξειν, τὰ δ’ ὑπὸ πλεοναζούσης τροφῆς κεχυμένα τομαῖς στέλλειν, τὰ δ’ ἐσταλμένα καὶ πεπιλημένα ἐπιφύσεων ἐκτάσεσι μηκύνειν, καὶ ὅσα μὲν εὐγενῆ πολυκληματοῦντα κατὰ γῆς τείνειν ἐν οὐ πάνυ βαθείαις τάφροις, ὅσα δὲ μὴ εὔκαρπα ἑτέρων εἰς τὸν πρὸς ταῖς ῥίζαις κορμὸν ἐνθέσει καὶ συμφυεστάτῃ ἑνώσει βελτιοῦν ἐθελήσει — καὶ γὰρ ἐπ’ ἀνθρώπων τυγχάνει ταὐτὸν, ὡς τοὺς θετοὺς παῖδας γένεσιν ἀλλοτρίοις διὰ τὰς σφετέρας οἰκειουμένους ἀρετὰς παγίως ἐναρμόζεσθαι —· μυρία τοίνυν καὶ αὐτόπρεμνα ῥίζαις αὐταῖς ἀνασπάσας κατέβαλε τὰς εἰς εὐκαρπίαν ἐκ φύσεις ἐστειρωμένα καὶ τοῖς φέρουσι μεγάλην ζημίαν ἐκ τοῦ παραπεφυτεῦσθαι πλησίον ἐνεγκόντα. τοιαύτη μέν τίς ἐστιν ἡ περὶ τὰ βλαστάνοντα ἐκ γῆς φυτὰ τέχνη, τὴν δὲ ψυχῆς γεωργικὴν ἐν μέρει πάλιν ἐπισκεψώμεθα. Πρῶτον μὲν τοίνυν σπείρειν ἢ φυτεύειν ἄγονον οὐδὲν ἐπιτηδεύει, πάντα δ’ ἥμερα καὶ καρποτόκα φόρους ἐτησίους οἴσοντα τῷ ἡγεμόνι ἀνθρώπῳ· τοῦτον γὰρ ἄρχοντα ἡ φύσις δένδρων τε καὶ ζῴων τῶν ἄλλων ὅσα θνητὰ ἅπαξ ἁπάντων ἀνέδειξεν. ἄνθρωπος δὲ ὁ ἐν ἑκάστῳ ἡμῶν τίς ἂν εἴη πλὴν ὁ νοῦς, ὃς τὰς ἀπὸ τῶν σπαρέντων καὶ φυτευθέντων ὠφελείας εἴωθε καρποῦσθαι; ἐπεὶ δὲ νηπίοις μέν ἐστι 1 εἴρηται coni. Mang. τούτω MGUF: τοῦτο ΑΗ κἀκείνω F ὁ μὲν om. UF 3 οὐδεμίαν] οὐκ UF 4 πόλλ’ U ἐθελήση Α 5 τι secl. Cohn ὑπὲρ scripsi: περὶ codd. μηδενὸς UFH2: μηδὲν MAGH1 ἰδόντων UF: εἰδότων ceteri 7 οὕτως UF τὰ] ὡς τὰ F 8 μὲν γὰρ ἄγρια MAG ἐπιμελείᾳ F 9 τομαῖς UFL2: τὰ μὲν MAGHL1 10 ἐκστάσεσι G 11 ἐν om. UF βαθείαις τάφροις MAUF: τάφροις βαθείαις GH 12 ἔγκαρπα ἕτερον Α κόσμον Α 14 τυγχάνον UF, συμβαίνει conicio ἀλλοτρίαν GH2, ἀλλοτρίους Mang. 15 σφετέρας] ἐφ’ ἑτέρας MA οἰκειουμένους G: οἰκειουμένας MAUF, οἰκειουμένοις H2 in ras. 16 τὰς MAUFH: τὰ G 16. 17 ἐκφύσεις scripsi: φύσεις MAUFH, φύσει G 17 ἐστειρωμένας UF φέρουσι καρποὺς vel εὐφοροῦσι 18 περὶ] παρὰ G 19 δὲ om. MA ἐμπειρίαν ante ἐν add. UF, mg. L 21 μὲν om. UF ἐπιτηδεύει UF: ἐπιτηδεύειν ceteri 22 καὶ UF: om. ceteri 23 τῶν] καὶ τῶν H post θνητὰ add. καὶ UF γάλα τροφή, τελείοις δὲ τὰ ἐκ πυρῶν πέμματα, καὶ ψυχῆς γαλακτώδεις μὲν ἂν εἶεν τροφαὶ κατὰ τὴν παιδικὴν ἡλικίαν τὰ τῆς ἐγκυκλίου μουσικῆς προπαιδεύματα, τέλειαι δὲ καὶ ἀνδράσιν ἐμπρεπεῖς αἱ διὰ φρονήσεως καὶ σωφροσύνης καὶ ἁπάσης ἀρετῆς ὑφηγήσεις· ταῦτα γὰρ σπαρέντα καὶ φυτευθέντα ἐν διανοίᾳ καρποὺς ὠφελιμωτάτους οἴσει, καλὰς καὶ ἐπαινετὰς πράξεις. διὰ ταύτης τῆς γεωργικῆς καὶ ὅσα παθῶν ἢ κακιῶν δένδρα ἀναβλαστόντα εἰς ὕψος ἐξήρθη φθοροποιοὺς φέροντα καρπούς, ὑποτεμνόμενα καθαίρεται, ὡς μηδὲ βραχύ τι λείψανον ἐαθῆναι, ἀφ’ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναδραμοῦνται.