τοῦτο μέντοι τὸ ᾆσμα παντὶ φιλοθέῳ μελετᾶν ἐμπρεπές, τῷ δὲ δὴ κόσμῳ καὶ διαφερόντως· καθάπερ γάρ τινα ποίμνην γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ ὅσα ἐν τούτοις φυτά τε αὖ καὶ ζῷα, τὰ μὲν θνητὰ τὰ δὲ θεῖα, ἔτι δὲ οὐρανοῦ φύσιν καὶ ἡλίου καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τροπάς τε αὖ καὶ χορείας ἐναρμονίους ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ 1 μήτ’ Α 2 δέ MGH ἀναγκαζόμενος M 3 τοῖς δὲ ἐκ AGH: τοῖς ἐκ M, τῆς δὲ UF ἠμεληκότι U 4 καὶ ἀδεῶς Cohn: κατὰ δέος U, καταδεὲς ceteri, μετ’ ἀδείας olim coniciebam περιποιησαμένης Α αὐθάδειαν FH2: αὐθαδείᾳ ceteri 5 οὑν addidi 9 αὐτῶ UF 10 σχεδὸν καὶ μόνον UF: σχεδὸν μόνον MAG, μόνον σχεδὸν 11 12 οὖ] οὐ U 14 ἐπίστασιν UF ἀφορῶσα Γ’·. ἀφορῶσαν ceteri ἐπὶ Α 16 ὥστ’ UF 17 τέλεια MAGH: om. UF, τελείως couicio παντὸς ἡγεμόνι Α 18 ἀλλὰ καὶ GH 19 ὁ τὰς om. F 20 λεγέτω καὶ ἕκαστος ἐν μέρει τὸ αὑτὸ τοῦτο. τὸ γὰρ ante τοῦτο add. H ex p. τοῦτο μέντοι τὸ] τοιοῦτον H 21 εὐπρεπές GH καὶ UF : om ceteri 22 γάρ om. MAH1 22 ποικρὴν U, ποιηρὰν F 23 ζώων M τε αὖ Η: om. ceterr 25 ταῦτα δὴ πάντα ante ὁ ex Eus. recipi vult Cohn ὁ UF Eus: ὡς GH, om. MA καὶ om. U ὁ θεὸς GH2 25—106,3 Euseb. Pr. Ev. VII 13 ... ὁ δ’ αὐτὸς ἐν τῷ περὶ γεωργίας προτέρῳ καὶ υἱὸν δίκην καὶ νόμον, προστησάμενος τὸν ὀρθὸν αὑτοῦ λόγον καὶ πρωτόγονον υἱόν, ὃς τὴν ἐπιμέλειαν τῆς ἱερᾶς ταύτης ἀγέλης οἷά τις μεγάλου βασιλέως ὕπαρχος διαδέξεται· καὶ γὰρ εἴρηταί που· „Ἰδοὺ ἐγώ εἰμι, ἀποστέλλω ἄγγελόν μου εἰς πρόσωπόν σου τοῦ φυλάξαι σε ἐν τῇ ὁδῷ“ (Exod. 23,20). λεγέτω τοίνυν καὶ ὁ κόσμος ἅπας, ἡ μεγίστη καὶ τελεωτάτη τοῦ ὄντος θεοῦ ποίμνη· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“. λεγέτω καὶ ἕκαστος τῶν ἐν μέρει τὸ αὐτὸ τοῦτο μὴ τῇ διὰ γλώττης καὶ στόματος ῥεούσῃ φωνῇ πρὸς βραχεῖαν ἀέρος ἐξικνουμένῃ μοῖραν, ἀλλὰ τῇ τῆς διανοίας εὐρυνομένῃ καὶ τῶν τοῦ παντὸς ἁπτομένῃ περάτων· ἀμήχανον γὰρ τῶν ἐπιβαλλόντων ἔνδειαν εἶναί τινος ἐπιστατοῦντος θεοῦ πλήρη καὶ τέλεια τἀγαθὰ τοῖς οὖσιν ἅπασιν εἰωθότος χαρίζεσθαι. παγκάλη δὲ εἰς ὁσιότητα παραίνεσις ἡ διὰ τοῦ λεχθέντος ᾄσματος· τῷ γὰρ ὄντι ὁ μὲν πάντα τὰ ἄλλα δοκῶν ἔχειν, τῇ δὲ ἑνὸς προστασίᾳ δυσχεραίνων, ἀτελὴς καὶ πένης· ἥτις δὲ ὑπὸ θεοῦ ποιμαίνεται ψυχὴ τὸ ἓν καὶ μόνον ἔχουσα, οὗ τὰ πάντα ἐκκρέμαται, ἀπροσδεὴς εἰκότως ἐστὶν ἄλλων, οὐ τυφλὸν πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα θαυμάζουσα. τούτου πάντες οἱ μαθηταὶ εἰς σύντονον καὶ δυσαπάλλακτον ἔρωτα ἦλθον, διὸ κτηνοτροφίαν γελάσαντες ἐξεπόνησαν ποιμενικὴν ἐπιστήμην.