<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="46"><p>οὐ μὴν ἀναρχία μόνον <lb n="15"/>
ὀχλοκρατίαν τίκτουσα δεινόν, ἀλλ’ ἡ καὶ παρανόμου καὶ βιαίου τινὸς ἐφ’
ἡγεμονίαν ἐπανάστασις· τύραννος γὰρ ἐκ φύσεως ἐχθρός, πόλεων μὲν
ἄνθρωπος, σώματος δὲ καὶ ψυχῆς καὶ τῶν καθ’ ἑκάτερον πραγμάτων ὁ
 τὴν ἀκρόπολιν ἐπιτετειχικὼς ἑκάστῳ θηριωδέστατος νοῦς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="47"><p>ἀλυσιτελεῖς δὲ
οὐχ αὗται μόνον αἱ δεσποτεῖαι, ἀλλὰ καὶ τῶν λίαν ἐπιεικῶν ἀρχαί τε <lb n="20"/>
καὶ προστασίαι· χρηστότης γὰρ πρᾶγμα εὐκαταφρόνητον καὶ ἑκατέροις,
ἄρχουσί τε καὶ ὑπηκόοις, βλαβερόν, τοῖς μὲν ἐκ τῆς τῶν ὑποτεταγμένων
<note xml:lang="mul" type="footnote"><lb/>1 παρ’ om. UF οὐ UF: οὗ ceteri αὐτὰ Mang.: δυνατὰ codd. δίκαιος U
<lb/>2 καὶ om. UF ὅτι] ὅτι καὶ A
<lb/>3 Μωυσῆς UF: Μώσης ceteri Ἰοθὼρ U —
<lb/>7 μὴ — δόγματα mg. H
<lb/>4 ἀνεπιτρόπευτον UF: ἂν ἐπιπρέπῃ τὴν M, ἂν ἐπιπρέπει τὴν G, ὅν ἐπιτρέποι τὴν Α, ἄν ἐπιτρέπει τὴν Η, ἄν ἐπιτρέπειν τὴν L 4.
<lb/>5 τὸν ὄχλον om. Α
<lb/>5 καὶ λεὼν scripsi καὶ λαὸν Mang.): κλαίων M, κλ ων (sic) G, κλοιὸν Α, κελεύων UF, καλῶν H δὲ] δὲ τοῦ F
<lb/>6 ἐξαγαγόντος F καὶ πάσης] δικτύῳ G
<lb/>7 εἰσαγαγόντος UF δὲ εἰς τἀς M, δ’ εἰς τὰς F, δεῖ τὰς U
<lb/>8 γάρ φησι] λέγων Η τῶν πατέρων τῆς πάσης F
<lb/>9 ἄνθρωπον UFH: ἀνθρώπων MAG
<lb/>10 ἔσται] ἄρα F ὡσεὶ πρόβατα] εἰς ποίμνιον U, ὡς ποίμνιον F ἔστιν αὐτοῖς ποιμήν UF
<lb/>11 ἀλλ’] ἀρ’ conicio οὐκ UFHL2: οὖν MAGL1 ἄξιος U
<lb/>12 συμφυὲς UF: εὐφυὲς ceteri
<lb/>13 φαυλότητος τῆς τῶν F κακοπολιτῶν UFH ὀχλοκρατίας FL2: ὀχλοκρασίας ceteri
<lb/>14 δημοκρασίας A
<lb/>16 ὀχλοκρατίαν FH: ὀχλοκρασίαν ceteri (etiam L) δεινὸν τίκτουσα U ἀλλὰ καὶ ἡ Α παρανόμου τινὸς καὶ βιαίου Α 
<lb/>17 τύραννος — ἐχθρός om. UF post πόλεων add. ἧ M, εἰ A
<lb/>18 ἕτερον MA ὁ UF: ante θηριωδέστατος pos. ceteri
<lb/>19 ἀκρόπολον] ἑλέπολιν coni. Mang. δ’ UF
<lb/>20 ἑαυταὶ U, αἱ αὐταὶ F αἱ UF: om. ceteri καὶ corr. in καὶ αἰ Η, post καὶ add. ἑτέρων αἱ F 20.
<lb/>21 τε καὶ] τε U
<lb/>21 χρηστότητος F</note>  

<pb n="v.2.p.105"/>
εἰς αὐτοὺς ὀλιγωρίας μηδὲν μήτε ἴδιον μήτε κοινὸν ἐπανορθώσασθαι
δυναμένοις, ἔστι δ’ ὅτε καὶ τὰς ἡγεμονίας ἀναγκαζομένοις ἀποτίθεσθαι,
τοῖς δὲ ἐκ συνεχοῦς τῆς πρὸς τοὺς ἄρχοντας ὀλιγωρίας πειθοῦς ἠμεληκόσι
καὶ ἀδεῶς ἐπὶ μεγάλου κακοῦ κτήσει περιποιησαμένοις αὐθάδειαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="48"><p><lb n="5"/> τούτους μὲν <add>οὖν</add> θρεμμάτων, ἐκείνους δὲ κτηνοτρόφων οὐδὲν νομιστέον διαφέρειν· οἱ μὲν γὰρ τρυφᾶν ἐν ἀφθόνοις ὕλαις ἀναπείθουσιν, οἱ δὲ τὸν
κόρον ἀδυνατοῦντες φέρειν ἐξυβρίζουσι. χρὴ δὲ ὥσπερ αἰπόλον ἢ βουκόλον
 ἢ ποιμένα ἢ κοινῶς νομέα τὸν ἡμέτερον ἄρχειν νοῦν τὸ  <milestone unit="altpage2" n="p. 308 M."/> συμφέρον πρὸ
τοῦ ἡδέος ἑαυτῷ τε καὶ τοῖς θρέμμασιν αἱρούμενον. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="49"><p><milestone unit="altref" n="12"/> ἡ δὲ τοῦ <lb n="10"/> θεοῦ ἐπίσκεψις πρῶτον σχεδὸν καὶ μόνον αἴτιον τοῦ τὰ μέρη τῆς ψυχῆς
μὴ ἀνεπιτρόπευτα ἀφεθῆναι, τυχεῖν δὲ ἀνυπαιτίου καὶ πάντα ἀγαθοῦ
ποιμένος· οὗ κατασταθέντος ἀμήχανον τὴν σύνοδον τῆς διανοίας γενέσθαι
σποράδα. ὑπὸ γὰρ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἐξ ἀνάγκης φανεῖται
πρὸς τὴν ἑνὸς ἐπιστασίαν ἀφορῶσα, ἐπεὶ τό γε πολλαῖς ὑπακούειν
<lb n="15"/> ἀρχαῖς ἀναγκάζεσθαι βαρύτατον ἄχθος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="50"><p>οὕτως μέντοι τὸ ποιμαίνειν ἐστὶν ἀγαθόν, ὥστε οὐ βασιλεῦσι μόνον καὶ σοφοῖς ἀνδράσι καὶ ψυχαῖς
τέλεια κεκαθαρμέναις ἀλλὰ καὶ θεῷ τῷ πανηγεμόνι δικαίως ἀνατίθεται.
τούτου δὲ ἐγγυητὴς οὐχ ὁ τυχὼν ἀλλὰ προφήτης ἐστίν, ᾧ καλὸν
πιστεύειν, ὁ τὰς ὑμνῳδίας ἀναγράψας· λέγει γὰρ ὧδε· „κύριος ποιμαίνει
<lb n="20"/> με, καὶ οὐδέν με ὑστερήσει“ (Psalm. 22,1).</p></div></div></body></text></TEI>