<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="41"><p><milestone unit="altref" n="10"/> ταῦτα τὰ ἐπιτηδεύματα ποιμένων ἐστίν, οἳ τῶν σὺν ἡδονῇ βλαβερῶν τὰ μετὰ ἀηδίας προτιμῶσιν ὠφέλιμα. οὕτως γοῦν σεμνὸν καὶ λυσιτελὲς
<lb n="15"/> νενόμισται τὸ ποιμαίνειν, ὥστε τὸ μὲν ποιητικὸν γένος τοὺς βασιλέας
ποιμένας λαῶν εἴωθε καλεῖν, ὁ δὲ νομοθέτης τοὺς σοφούς, οἳ μόνοι
πρὸς ἀλήθειαν βασιλεῖς εἰσιν· ἄρχοντας γὰρ αὐτοὺς ὡς ἂν ποίμνης εἰσάγει
τῆς ἀνθρώπων ἁπάντων ἀλόγου φορᾶς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="42"><p>διὰ τοῦτο καὶ τῷ τελειωθέντι ἐξ ἀσκήσεως Ἰακὼβ τὴν ποιμενικὴν ἐπιστήμην περιῆψε· ποιμαίνει γὰρ οὗτος
<lb n="20"/> τὰ πρόβατα Λάβαν (Gen. 30,36), τῆς τοῦ ἄφρονος ψυχῆς τὰ αἰσθητὰ
μόνα καὶ φαινόμενα νομιζούσης ἀγαθά, χρώμασι καὶ σκιαῖς ἠπατημένης
καὶ δεδουλωμένης· λευκασμὸς γὰρ ἑρμηνεύεται Λάβαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="43"><p>καὶ Μωυσεῖ τῷ πανσόφῳ τὴν αὐτὴν τέχνην ἀνατίθησι· καὶ γὰρ οὗτος ποιμὴν ἀποδείκνυται
διανοίας τῦφον πρὸ ἀληθείας ἀσπαζομένης καὶ πρὸ τοῦ εἶναι τὸ δοκεῖν
  <milestone unit="altpage2" n="p. 307 M."/> ἀποδεχομένης· περισσὸς γὰρ Ἰοθὸρ ἑρμηνεύεται, περιττὸν δὲ καὶ ἐπεισηγμένον
<lb n="26"/> ἀπλανεῖ βίῳ πρὸς ἀπάτην τῦφος, ᾧ καὶ τὰ κατὰ πόλεις ἕτερα
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀθρόων U: ἀθρόον ceteri
<lb/>2 δὲ M τε om. UF
<lb/>3 μόνα om. Η, μόνα τὰ om. L1 τἀπιτήδεια F
<lb/>4 ἀγησιτελῆ U ἥτις MGUF: ἥ τῆς Α, ἥπερ Η 
<lb/>5 ἧττον coni. Mang. ἔχουσιν ὑπὲρ τοῦ UF
<lb/>8 σκεδασθῆναι UF
<lb/>9 τὸν] τοῦ U λόγων UFH1 χρώμενοι GH2L1: χρωμένων ceteii 
<lb/>10 μέτρια MAUF ἀφόρητα AUF 10.
<lb/>11 δέ κακὰ κατ᾿ αὐτῶν ἀνίατα Α 11.
<lb/>12 ἡ κόλασις ἀφραίνουσιν Α
<lb/>12 αἱ κολάσεις UFL2
<lb/>14 μετὰ ἀηδίας UFL2: μεγάλα ἐία MAHL1, μὴ μεγάλα ἥδια G προτιμῶσιν Mang.: περιποιοῦσιν UFL2, περιποιήσειεν MGH1, περιποιήσειν, περιποιήσειαν H2L1 οὕτως οὑν UF
<lb/>15 τοὺς om. UF
<lb/>20 τῆς post ψυχῆς add. mg.
<lb/>21 μόνον UF χρήμασι UF σκιᾶς U, σχήμασι coni. Mang.
<lb/>22 λαβὰν. Μωσεῖ γὰρ L Μωυσεῖ U: Μωυσῆ F, Μωσεῖ MGH, Μωσῇ Α
<lb/>23 ἀνατίθησι UF: ἀναδίδωσι MAΗ1, μεταδίδωσι GH2
<lb/>24 πρὸ ἀληθείας GH2: πρὸς ἀλήθειαν MAUFH1 δοκεῖν] ἀδικεῖν U 
<lb/>25 Ἰοθὼρ U, ὁ Ἰοθὸρ GΗ δὲ] γὰρ UF
<lb/>26 ἀπλανῆ βίον Α</note>  

<pb n="v.2.p.104"/>
παρ’ ἑτέροις, οὐ τὰ αὐτὰ δίκαια παρὰ πᾶσιν, ἔθος εἰσηγεῖσθαι τὰ κοινὰ
τῆς φύσεως καὶ ἀκίνητα νόμιμα οὐδ’ ὄναρ ἰδόντι· λέγεται γὰρ ὅτι
„Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ ἱερέως Μαδιάμ" (Exod.
 3,1).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="44"><p>ὁ δ’ αὐτὸς οὗτος εὔχεται, μὴ ὡς ἀνεπιτρόπευτον ποίμνην τὸν
ὄχλον καὶ λεὼν ἅπαντα τῆς ψυχῆς ἀφεθῆναι, τυχεῖν δὲ ἀγαθοῦ ποιμένος <lb n="5"/>
ἐξάγοντος μὲν ἀπὸ τῶν ἀφροσύνης καὶ ἀδικίας καὶ πάσης κακίας δικτύων,
εἰσάγοντος δὲ εἰς τὰ παιδείας καὶ τῆς ἄλλης ἀρετῆς δόγματα· „ἐπισκεψάσθω“
γάρ φησι „κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς
ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης“· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει·
„καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν“  (Num. 27,16.17).<lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="45"><p><milestone unit="altref" n="11"/> ἀλλ’ οὐκ ἄξιον εὔχεσθαι μὴ χωρὶς ἐπιστάτου
καὶ ἡγεμόνος ἐαθῆναι τὸ συγγενὲς καὶ συμφυὲς ἡμῶν ἑκάστῳ ποίμνιον,
ὡς μὴ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν ὀχλοκρατίας, ἣ παράκομμα
τῆς ἀρίστης δημοκρατίας ἐστίν, ἀναπλησθέντες θορύβοις καὶ ταραχαῖς
 καὶ ἐμφυλίοις στάσεσιν ἀεὶ χρώμενοι διατελῶμεν;</p></div></div></body></text></TEI>