ἄλλοι δέ εἰσιν οἱ τούτων ἀθλιώτεροι καὶ κακοδαιμονέστεροι, οἳ τὴν γεῦσιν ὥσπερ ἐκ δεσμῶν ἔλυσαν· ἡ δὲ πρὸς πᾶσαν σιτίων τε καὶ ποτῶν ἀπόλαυσιν ἄφετος εὐθὺς ὁρμήσασα τά τε ἤδη εὐτρεπισθέντα ἐπιλέγεται καὶ πεῖναν ἄληκτον καὶ ἄπληστον ἴσχει τῶν ἀπόντων, ὡς, κἂν αἱ τῆς γαστρὸς ἀποπληρωθῶσι δεξαμεναί, σπαργῶσαν ἔτι καὶ μαιμῶσαν τὴν ἀεὶ κενὴν ἐπιθυμίαν περιβλέπεσθαι καὶ περιφοιτᾶν, μή τί που παροραθὲν λείψανον ἀφεῖται, ἵνα καὶ τοῦτο παμφάγου πυρὸς δίκην ἐπιλιχμήσηται. γαστριμαργίᾳ τοίνυν ἡ ὀπαδὸς ἐκ φύσεως ἀκολουθεῖ συνουσίας ἡδονὴ μανίαν ἔκτοπον καὶ οἶστρον ἀνεπίσχετον καὶ λύτταν ἀργαλεωτάτην ἐπιφέρουσα· ὅταν γὰρ ὑπὸ ὀψοφαγίας καὶ ἀκράτου καὶ πολλῆς μέθης ἄνθρωποι πιεσθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δύνανται, πρὸς δὲ τὰς ἐρωτικὰς μίξεις ἐπειγόμενοι κωμάζουσι καὶ θυραυλοῦσι, μέχρις ἂν τὸν πολὺν τοῦ πάθους ἀποχετευσάμενοι βρασμὸν ἠρεμῆσαι δυνηθῶσιν. οὗ χάριν καὶ ἡ φύσις ὡς ἔοικεν ὑπογάστρια τὰ συνουσίας ὄργανα ἐδημιούργησε, προλαβοῦσα ὅτι λιμῷ μὲν οὐ χαίρει, πλησμονῇ δὲ ἕπεται καὶ πρὸς τὰς ἰδίας ἐνεργείας ὑπανίσταται. τοὺς οὖν τοῖς 1 νομιζόμενα UF 3 φέρεσθαι UF: αἴρεσθαι ceteri 4 δὲ] τὲ UF 5 ἐκτεθηλυμμένας AG : ἐκτεθηλυμένας ceteri 6 κοινοῦνται F πόλεμον ἀεὶ UF συγκροτοῦντες UFL2 7 prius τῆς om. UF 8 ἑαυτὸν Α οἷα δυστυχεῖς UF ἀναστρέφοντες Α 9 δ’ UF εἰσὶ τούτων H2 10 ἡ δὲ GFH2: ἴδη δὲ MAU(H1) πᾶσαν MAUH1: πᾶν GFH2 10. 11 σιτίων et ποτῶν MAUH1: σιτίον et ποτὸν GFH2 11 ἀπόλαυσιν addidi ἀφέτως AU ὁρμήσασαν Α2 τά τε UF: τὰ ceteri 12 ἄληπτον Α 13 αἱ H2: δίχα MAG, αἱ διὰ UFH1 μαργῶσαν L2 14 μαιμῶσαν] μεμηνυῖαν UF καινὴν Α 15 που] τοῦ UF παροραθέντος F ἀφεῖται UF: ἄφετον ceteri ἶνα UF: εἶναι ceteri 16 ἐπιλιχμήσηται scripsi: ἐπιλικμήσηται UFL2, ἐπιλιχνήσηται MAG(H2), ἐπιλιχνεύσηται H2L1 ἡ MA 19 πλησθῶσιν UF 20 ἐπεγειρόμενοι Mang. καὶ om. UF 22 ὡς om. GUFH τὰ] τὰς F 23 δημιουργῆσαι UF προλαβοῦσα AUF: προβαλοῦσα M, προβάλλουσα GH, προσλαβοῦσα L2, προσβάλλουσα L1 λιμῶ μὲν οὐ χαίρει UF: om. ceteri 23. 24 χαίρει, πλησμονῇ δὲ ἔπειτα καὶ coni. Mang. 24 ἕπεται] τέρπεται conicio ἐνεργείας] χρείας UF θρέμμασι τούτοις ἐπιτρέποντας ἀθρόων ὧν ὀρέγονται πάντων ἐμφορεῖσθαι κτηνοτρόφους λεκτέον, ποιμένας δ’ ἔμπαλιν ὅσοι τά τε ἀναγκαῖα καὶ αὐτὰ μόνα τὰ ἐπιτήδεια παρέχουσι περιτεμνόμενοι καὶ ἀποκόπτοντες τὴν περιττὴν καὶ ἀλυσιτελῆ πᾶσαν ἀφθονίαν, ἥτις ἀπορίας καὶ ἐνδείας οὐχ ἥκιστα βλάπτει, πρόνοιάν τε πολλὴν ἔχουσι τοῦ μὴ ἐξ ἀμελείας καὶ ῥᾳθυμίας νοσῆσαι τὴν ἀγέλην εὐχόμενοι μηδὲ τὰς ἔξωθεν εἰωθυίας κατασκήπτειν νόσους ἐπιγενέσθαι. στοχάζονται δὲ οὐδὲν ἧττον καὶ τοῦ μὴ διασπασθεῖσαν αὐτὴν σποράδην διασκεδασθῆναι, φόβον ἐπανατεινόμενοι τὸν σωφρονιστὴν τῶν λόγῳ μηδέποτε πειθομένων καὶ κολάσει χρώμενοι συνεχεῖ, μετρίᾳ μὲν κατὰ τῶν ἰάσιμα νεωτεριζόντων, ἀφορήτῳ δὲ κατὰ τῶν ἀνίατα· τὸ γὰρ εἶναι δοκοῦν ἀπευκτὸν μέγιστον ἀγαθὸν ἀφραίνουσιν, ἡ κόλασις, ὥσπερ τοῖς τὰ σώματα κάμνουσιν αἱ ἰατρικαὶ ὗλαι.