<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="31"><p>αὕτη δὲ πᾶσα ἡ πληθὺς ἄλογος οὖσα κτήνεσιν ἀπεικάζεται, πληθύι δὲ νόμῳ φύσεως ἡγεμόνος ἐξ ἀνάγκης δεῖ. ἐπειδὰν μὲν οὖν
 ἄπειρος ἀρχῆς ἅμα καὶ  <milestone unit="altpage2" n="p. 305 M."/> πλούσιος ἐξαναστὰς ἄρχοντα ἑαυτὸν ἀποφήνῃ,
<lb n="10"/> μυρίων αἴτιος κακῶν γίνεται τοῖς θρέμμασιν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="32"><p>αὐτὸς μὲν γὰρ ἄφθονα παρέχει τὰ ἐπιτήδεια, τὰ δὲ ἀμέτρως ἐμφορούμενα ὑπὸ πλεοναζούσης
τροφῆς ἐξυβρίζει—κόρου γὰρ ὕβρις ἔγγονον γνήσιον—, ἐξυβρίζοντα μέντοι
σκιρτᾷ καὶ ἀφηνιάζει καὶ κατὰ μέρος σκιδνάμενα διαλύει τὸ τῆς ἀγέλης
συντεταγμένον στῖφος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="33"><p>ὁ δὲ τέως ἡγεμὼν καταλειφθεὶς ὑπὸ τῶν <lb n="15"/> ἀρχομένων ἰδιώτης ἀνεφάνη, καὶ ἐπιτρέχει μὲν σπουδάζων, εἴ τι
δύναιτο συλλαβεῖν ἐξ ὑπαρχῆς καὶ ὑπαγαγέσθαι· ὅταν δὲ ἀδυνατῇ,
στένει καὶ κλαίει τὴν ἰδίαν κακίζων εὐχέρειαν καὶ ἑαυτὸν τῶν συμβεβηκότων αἰτιώμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="34"><p>τοῦτον δὴ τὸν τρόπον καὶ τὰ τῶν αἰσθήσεων θρέμματα, ἐπειδὰν ὁ νοῦς ὑπτίως καὶ ῥᾳθύμως ἔχῃ, τῆς τῶν αἰσθητῶν
<lb n="20"/> ἀπλήστως ἐμφορούμενα ἀφθονίας ἀπαυχενίζει τε καὶ σκιρτᾷ καὶ
πλημμελῶς ὅπῃ τύχοι φέρεται, καὶ ὀφθαλμοὶ πρὸς πάντα ἀναπεπταμένοι τὰ ὁρατά, καὶ ἃ μὴ θέμις ὁρᾶν, ἐξώκειλαν, καὶ ἀκοαὶ πάσας
φωνὰς παραδεχόμεναι καὶ μηδέποτε πληρούμεναι, διψῶσαι δὲ ἀεὶ περιεργίας καὶ φιλοπραγμοσύνης, ἔστι δὲ ὅπου καὶ ἀνελευθέρου χλεύης
<lb n="25"/> ἐκπεφοιτήκασιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="35"><p><milestone unit="altref" n="8"/> ἐπεὶ πόθεν ἄλλοθεν τὰ πανταχοῦ τῆς οἰκουμένης
<note xml:lang="mul" type="footnote"><lb/>1 λογισμός M
<lb/>2 ἐπιδείξομεν GUFH: ἐπιδείξωμεν MA 2.
<lb/>3 αὐτίκα ἐπιδείξομεν UF
<lb/>3 κτήνει UF συγγεγένηται F τῆ ψυχὴ UF
<lb/>4 ὧν] ὡς UF
<lb/>5 ἐπευφημίσθη νοῦς Α δ’ <add>ἄλογον</add> conicio ἑξαχῇ Mang.: ἐξ ἀρχῆς codd. εἰς GH2: om. ceteri
<lb/>6 φύσις GFH post φύσεις add. ἔσχεν U δυοῖν v
<lb/>7 αὐτὴ AU δὲ] τὲ MAF ἄλογος om. UF κτήνεσιν UF: κτήνει ceteri
<lb/>8 πληθύι MF: πληθύει Α, πληθὺς U, πλήθουσα GH δεῖ scripsi: αἰεὶ M, ἀεὶ U, δέεται G, ἐπιδέεται Η, om. AF
<lb/>9 ἐξαναστὰς MAGH: προεξαναστὰς UF
<lb/>12 ἔκγονον couicio
<lb/>14 τέως] γε ὡς UF
<lb/>15 περιτρέχει conicio τι om. UF
<lb/>16 ἀδυνατῆς U
<lb/>19 ἔχει Α 
<lb/>20 ἀπαυχενίζεται καὶ AF 20.
<lb/>21 καὶ πλημμελῶς — ὀφθαλμοὶ UF: om. ceteri
<lb/>21 τύχοι U: τύχη F 21.
<lb/>22 ἀναπεπταμένοι GUF: ἀναπεπταμένα MAH
<lb/>22 ἐξώκειλαν scripsi: ἐξωκείλοντα G, ἐξωκείλουσι MF, ἐξοκείλουσι AUH (supra scr. ut vid. ντα Η) 23.
<lb/>24 περὶ ἀργίας Α
<lb/>24 καὶ ἐλευθέρου A</note>  

<pb n="v.2.p.102"/>
θέατρα νομίζομεν ἀμυθήτων μυριάδων ἀνὰ πᾶσαν ἡμέραν πληροῦσθαι;
οἱ γὰρ ἀκουσμάτων καὶ θεαμάτων ἥττους καὶ ὦτα καὶ ὀφθαλμοὺς χωρὶς
ἡνιῶν ἐάσαντες φέρεσθαι καὶ κιθαριστὰς καὶ κιθαρῳδοὺς καὶ πᾶσαν τὴν
κεκλασμένην καὶ ἄνανδρον μουσικὴν περιέποντες, ἔτι δὲ ὀρχηστὰς καὶ
τοὺς ἄλλους μίμους ἀποδεχόμενοι, ὅτι σχέσεις καὶ κινήσεις ἐκτεθηλυμμένας <lb n="5"/>
ἴσχονται καὶ κινοῦνται, τὸν ἐπὶ σκηνῆς ἀεὶ πόλεμον συγκροτοῦσι μήτε
τῆς τῶν ἰδίων μήτε τῆς τῶν κοινῶν ἐπανορθώσεως πεφροντικότες, ἀλλὰ
τὸν ἑαυτῶν οἱ δυστυχεῖς διά τε ὀφθαλμῶν καὶ ὤτων ἀνατρέποντες βίον.
</p></div></div></body></text></TEI>