Ὡς μὲν οὖν γεωργίας ἐργασία γῆς καὶ γεωργοῦ γῆς ἐργάτης διαφέρουσιν, εἴρηται. σκεπτέον δέ, μὴ καὶ ἄλλαι τινές εἰσιν ἰδέαι συγγενεῖς τῶν εἰρημένων, διὰ τὴν ἐν τοῖς ὀνόμασι κοινωνίαν ἐπικρύπτουσαι τὰς ἐν τοῖς πράγμασι διαφοράς· εἰσὶ δέ γε ἃς ἀναζητοῦντες εὕρομεν διτταί, περὶ ὧν τὰ προσήκοντα, ἐὰν οἷόν τε ᾖ, λέξομεν. αὐτίκα τοίνυν ὡς γεωργὸν καὶ γῆς ἐργάτην δόξαντας ἀδιαφορεῖν ἀλλήλων εὕρομεν ἐν τοῖς κατὰ διάνοιαν ἀλληγοροῦντες μακρῷ διεστηκότας, οὕτως ποιμένα καὶ κτηνοτρόφον· μέμνηται γὰρ ποτὲ μὲν κτηνοτροφίας ποτὲ δ’ αὖ ποιμενικῆς ὁ νομοθέτης. καὶ οἵ γε μὴ λίαν ἠκριβωμένοι τάχα που τῆς αὐτῆς ἐπιτηδεύσεως συνωνυμούσας ὑπολήψονται προσρήσεις εἶναι, εἰσὶ δέ γε πραγμάτων διαφερόντων ἐν ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι· καὶ γὰρ εἰ τοῖς θρεμμάτων προεστηκόσιν ἀμφότερα ἐπιφημίζειν ἔθος κτηνοτρόφων καὶ ποιμένων ὀνόματα, ἀλλ’ οὔ γε τῷ τὴν ψυχῆς ἀγέλην ἐπιτετραμμένῳ 1 γεγονότας GUFH: γεννῶντας MA ἰχθύας UF: ἰχθῦς ceteri λάβωσι UF 2 μέρους UF μόνον UF: om. ceteri 3 καὶ post γῆς om. M 4 φησι G τείνας ἅπαντα MAH2, τείνας ἅπαν U, τείνασα πάντα G, τείνας FH1 5 διαβαίνουσι GUH2: διαβάλλουσι MAFH1 τὰ ἄλλα MUFH 7 ἡδονὴν U 8 φυτεύσασα F 9 ἐργαζόμενοι v 10 ἔχθιστον olim coniciebam 11 ὄγκον Mang. ἀποτιθέναι Α2 12 ἐκροφοροῦσα Α, οῦντες s. s. 12. 13 σπουδῆς — γῆς om. G 12 τῆς om. UF 13 καὶ γεωργούσης ἐργάτης AF 14 ἄλλαις U 16 γε om. Α εὕρομεν GH: εὕρωμεν MA, εὑρήσομεν UF διττὰς U 17 ἐὰν] ὡς ἄν Α λέξωμεν M 18 διφορεῖν A εὕρωμεν AF 18. 19 ἐν τοῖς καθ’ ὑπονοιῶν Mang. (immo καθ’ ὑπόνοιαν) 19 μακρὰν UF οὕτως MAGH: οὕτω ὡς UF 21 οἶ γε] εἴ γε Α, οἱ F ἀπηκριβωμένοι F συνωνύμους UF 24 ἐπιφημίζει A 25 οὔ Η: οὖν ceteri ψυχὴν AH 25. 26 ἀγέλην— φαῦλος om. U 25 ἀγέλην F: ἀτελῆ ML2, ἀτελεῖ AGHL1 λογισμῷ· φαῦλος μὲν γὰρ ὢν ὁ ἀγελάρχης οὗτος καλεῖται κτηνοτρόφος, ἀγαθὸς δὲ καὶ σπουδαῖος ὀνομάζεται ποιμήν. ὃν δὲ τρόπον, ἐπιδείξομεν αὐτίκα· ἡ φύσις ἡμῶν ἑκάστῳ κτήνη συγγεγέννηκε, τῆς ψυχῆς ὥσπερ ἀπὸ μιᾶς ῥίζης ἔρνη διττὰ ἀναβλαστούσης, ὧν τὸ μὲν ἄτμητον ὅλον δι’ ὅλων ἐαθὲν ἐπεφημίσθη νοῦς, τὸ δ’ ἑξαχῇ σχισθὲν εἰς ἑπτὰ φύσεις πέντε τῶν αἰσθήσεων καὶ δυεῖν ἄλλων ὀργάνων, φωνητηρίου τε καὶ γονίμου.