<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="21"><p>γάρ φησιν „ἦν ἐργαζόμενος τὴν γῆν“ (Gen. 4,2), καὶ μικρὸν ὕστερον, ἡνίκα τὸ ἐπὶ τῇ ἀδελφοκτονίᾳ
ἄγος ἐργασάμενος καταφωρᾶται, λέγεται· „ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς,
ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς
χειρός σου, ᾗ ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί
<lb n="15"/> σοι“ (Gen. 4,11.12).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="22"><p>πῶς οὖν ἄν τις περιφανέστερον ἐπιδεῖξαι δύναιτο, ὅτι γῆς ἐργάτην ἀλλ’ οὐ γεωργὸν ὁ νομοθέτης νομίζει τὸν φαῦλον, ἢ
τὸν τρόπον τοῦτον; οὐ μὴν ὑποληπτέον ἢ περὶ ἀνθρώπου χερσὶ καὶ
ποσὶ καὶ τῇ ἄλλῃ δυνάμει τοῦ σώματος ἐνεργεῖν ἱκανοῦ ἢ περὶ γῆς
ὀρεινῆς καὶ πεδιάδος εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῶν καθ’ ἕκαστον
<lb n="20"/> ἡμῶν δυνάμεων· τὴν γὰρ τοῦ φαύλου ψυχὴν περὶ οὐδὲν ἄλλο πραγματεύεσθαι συμβέβηκεν ἢ τὸ γήινον σῶμα καὶ τὰς τοῦ σώματος
ἁπάσας ἡδονάς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="23"><p>ὁ γοῦν πολὺς ὅμιλος ἀνθρώπων τὰ γῆς ἐπιὼν κλίματα καὶ ἄχρι τῶν περάτων φθάνων αὐτῆς καὶ τὰ πελάγη περαιούμενος καὶ
τὰ ἐν μυχοῖς θαλάττης ἀναζητῶν καὶ μηδὲν μέρος ἐῶν τοῦ παντὸς
<lb n="25"/> ἀδιερεύνητον ἀεὶ καὶ πανταχοῦ πορίζει ταῦτα, δι’ ὧν ἡδονὴν συναυξήσει·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="24"><p>καθάπερ γὰρ οἱ ἁλιευόμενοι δίκτυα καθιᾶσιν ἔστιν ὅτε μήκιστα πολλὴν ἐν κύκλῳ περιβαλλόμενοι θάλατταν, ἵν’ ὡς πλείστους ἐντὸς ληφθέντας
<note xml:lang="mul" type="footnote"><lb/>1 εὐανδρουμέναις Α
<lb/>2 ἀνδρίς AG 2.
<lb/>3 τὸ σωφροσύνης — ἁπάσης om. G 
<lb/>2 tertium τὸ] καὶ UF
<lb/>3 τι om. AU 3.
<lb/>4 τῶν τῆς ἀγρίας λεγομένης UF: τῆς λεγομένης ἀγρίας ceteri ἀγρίας ὕλης Mang, (cf. De opif. § 40): ἀγριαζούσης Α, ἀγρίας μούσης ceteri
<lb/>4 μὲν μὴ UF: μὲν οὐ GH2, δὴ MA(H1?) φέρει Α δύναται A
<lb/>5 αὐτὸ coni. Cohn
<lb/>6 ἀναγκαῖον καὶ χρήσιμον F
<lb/>7 Μωυσῆς UF: om. ceteri
<lb/>9 τὴν GH2: om. MAUFH1 φέρουσαν UH: ἐπιφέρουσαν MAGF 
<lb/>10 εἰργασμένος F
<lb/>12 καταφορᾶται A1U
<lb/>13 αὑτῆς v
<lb/>14 ἧ ἐργᾷ MGHL1: ἡ ἐργᾷ Α, εἰργάση U, ἧ ἐργάσῃ FL2 αὑτῆς Turn.
<lb/>17 μὴν] μὴ L ἀποληπτέον M(H1), ἀπολειπτέον Α 17.
<lb/>18 χερσὶ καὶ ποσὶ UF: χερσὶν ἡ ποσὶ ceteri 
<lb/>18 τοῦ σώματος ἐνεργεῖν UF: ἐνεργεῖν τοῦ σώματος ceteri γῆς F: τῆς ceteri 
<lb/>20 οὐδενὸς ἄλλου Α
<lb/>22 ras.
<lb/>2 litt. ante ἀνθρώπων H τῶν Η1?)
<lb/>23 μέχρι coni. Jessen
<lb/>25 ταῦτα om. UF</note>  

<pb n="v.2.p.100"/>
ἀρκύων οἷα τειχήρεις γεγονότας ἰχθύας συλλάβωσι, τὸν αὐτὸν τρόπον ἡ
πλείστη μοῖρα ἀνθρώπων οὐκ ἐπὶ μέρος θαλάττης μόνον, <milestone unit="altpage1" n="p. 304 Μ."/>  ἀλλ’ ἐφ’
ἅπασαν τὴν ὕδατος καὶ γῆς καὶ ἀέρος φύσιν τὰ πάναγρα, ὡς οἱ ποιηταί
πού φασι, λίνα τείνας’ ἅπαντα πανταχόθεν δι’ ἡδονῆς ἀπόλαυσίν τε καὶ
 χρῆσιν ἀγκιστρεύεται·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="25"><p>καὶ γὰρ γῆν μεταλλεύουσι καὶ τὰ πελάγη διαβαίνουσι <lb n="5"/>
καὶ τἄλλα πάντα ὅσα εἰρήνης καὶ πολέμου ἔργα δρῶσιν, ὕλας ἀφθόνους
ὡς βασιλίδι ἡδονῇ πορίζοντες, οἱ γεωργίας μὲν ἀμύητοι ψυχικῆς, ἣ
σπείρουσα καὶ φυτεύουσα τὰς ἀρετὰς καρπὸν δρέπεται τὸν εὐδαίμονα
βίον ἀπ’ αὐτῶν, ἐργασάμενοι δὲ καὶ μεθοδεύοντες τὰ φίλα τῇ σαρκὶ
καὶ τὸν σύνθετον χοῦν, τὸν πεπλασμένον ἀνδριάντα, τὸν ψυχῆς ἔγγιστα <lb n="10"/>
οἶκον, ὃν ἀπὸ γενέσεως ἄχρι τελευτῆς, ἄχθος τοσοῦτον, οὐκ ἀποτίθεται
νεκροφοροῦσα, μετὰ σπουδῆς τῆς πάσης οἰκειούμενοι.</p></div></div></body></text></TEI>