<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="176"><p>δι’ ἀμφοτέρων τοίνυν, τοῦ τε „αἰφνίδιον“ καὶ τοῦ  „παραχρῆμα“ εἰπεῖν, ἡ ἀκούσιος παρίσταται τῆς ψυχῆς τροπή· πρὸς
μὲν <add>γὰρ</add> τὰ ἑκούσια τῶν ἁμαρτημάτων εἰς τὸ βουλεύσασθαι ποῦ καὶ
πότε καὶ πῶς πρακτέον χρόνου δεῖ, τὰ δὲ ἀκούσια ἐξαίφνης, ἀπερισκέπτως
καί, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, ἀχρόνως κατασκήπτει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="177"><p>χαλεπὸν <lb n="10"/> γὰρ ὥσπερ τοὺς δρομεῖς ἀρξαμένους ὁδοῦ τῆς πρὸς εὐσέβειαν ἀπταίστως
καὶ ἀπνευστὶ διευθῦναι τὸν δρόμον, ἐπειδὴ μυρία ἐμποδὼν παντὶ τῷ
γενομένῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="178"><p>πρότερον μὲν <add>οὖν</add>, ὃ ἓν καὶ μόνον εὐεργεσία, μηδενὸς τῶν  κατὰ γνώμην ἀδικημάτων ἐφάψασθαι πᾶσάν τε τὴν ἀμήχανον τῶν
ἀκουσίων πληθὺν ἰσχῦσαι διώσασθαι· δεύτερον δὲ τὸ μήτε πολλοῖς τῶν
<lb n="15"/> ἀκουσίων μήτ’ ἐπὶ μήκιστον χρόνον ἐνδιατρῖψαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="179"><p>παγκάλως δὲ τὰς τῆς ἀκουσίου τροπῆς ἡμέρας εἶπεν ἀλόγους, οὐ μόνον ἐπειδὴ τὸ
ἁμαρτάνειν ἄλογον, ἀλλ’ ὅτι καὶ τῶν ἀκουσίων λόγον οὐκ ἔστιν ἀποδοῦναι. παρὸ καὶ πυνθανομένων πολλάκις τὰς τῶν  <milestone unit="altpage2" n="p. 328 M."/> πραγμάτων αἰτίας
φαμὲν μήτ’ εἰδέναι μήτ’ εἰπεῖν δύνασθαι· μήτε γὰρ γιγνομένων συμπαραληφθῆναι,
<lb n="20"/> ἀλλὰ καὶ τὴν ἄφιξιν αὐτῶν ἀγνοῆσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="180"><p>σπάνιον οὖν εἴ τῳ δωρήσεται ὁ θεὸς ἀπ’ ἀρχῆς ἄχρι τέλους σταδιεῦσαι τὸν βίον
μήτ’ ὀκλάσαντι μήτ’ ὀλισθόντι, ἀλλ’ ἑκατέραν φύσιν ἀδικημάτων,
ἑκουσίων τε καὶ ἀκουσίων, ῥύμῃ καὶ φορᾷ τάχους ὠκυδρομωτάτου
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐπ’ αὐτῷ] ἑαυτῶ Α αἰφνίδιον scripsi: αἰφνιδίως codd.
<lb/>3 ξυρήσεται] ῥυήσεται H προειπὼν Α δὲ Α
<lb/>4 ἡ κεφαλὴ Η
<lb/>5 τοίνυν MA: om. GH εἰπεῖν post αἰφνίδιον transpos. Α, fort. del.
<lb/>7 γὰρ add. Turn.
<lb/>9 εἰπεῖν τοῦτο Α 
<lb/>12 οὖν addidi ὃ ἐν MH: ἓν G, νοεῖν Α μόνον GH: μεῖζον MA
<lb/>14 ἀκουσίων scripsi: ἑκουσίων codd. ἰσχῦσαι Α: ἴσχυσε MGH τῶν MAG Clem.: om. H
<lb/>15 ἐνδιατρῖψαι Hoeschel ad Clem.: διατρῖψαι codd. τὰς scripsi: τὸ codd. 
<lb/>18 παρ’ ὃ AG
<lb/>19 μὴ γὰρ coni. Cohn
<lb/>22 ὀλισθόντι MG: ὀλισθήσαντι ΑΗ, ὀλισθῶντι DK, ὀλισθέντι Dc
<lb/>23 ὠκυδρομωτάτους H, ὠκυδρομώτατον DC</note> <note xml:lang="mul" type="footnote">12—15 Clem. Paedag. I §
<lb/>4 p.
<lb/>99 P: ἄριστον μέν οὖν τὸ μηδ’ ὅλως ἐξαμαρτάνειν κατὰ τρόπον, ὃ δή φαμεν εἶναι θεοῦ· δεύτερον δὲ μηδενὸς τῶν κατὰ γνώμην ἐφάψασθαί ποτε ἀδικημάτων, ὅπερ οἰκεῖον σοφοῦ· τρίτον μὴ πάνυ πολλοῖς τῶν ἀκουσίων περιπεσεῖν, ὅπερ ἴδιον παιδαγωγουμένων εὐγενῶς· τὸ δὲ μὴ ἐπὶ μήκιστον ἐνδιατρῖψαι τοῖς ἁμαρτήμασιν τελευταῖον τετάχθω. 20—132,1 DC fol. 46v DK fol. 116r ἐκ τοῦ περὶ σπάνιον εἴ τῳ—ὑπερπτῆναι.</note>  

<pb n="v.2.p.132"/>
 ὑπερπτῆναι.</p></div></div></body></text></TEI>