τῶν δὲ ἀπειθησάντων ἄλλος, φησίν, ἄνθρωπος τὴν μὲν οἰκίαν οἰκήσει, τὸν δ’ ἀμπελῶνα κτήσεται, τὴν δὲ γυναῖκα ἄξεται· τὸ δ’ ἐστὶν ἴσον τῷ αἱ λεχθεῖσαι δυνάμεις σπουδῆς, βελτιώσεως, τελειώσεως ἐπιλείψουσι μὲν οὐδέποτε, ἄλλοτε δὲ ἄλλοις ἐνομιλήσουσιν ἀνθρώποις ἐπιφοιτῶσαι καὶ τὰς ψυχὰς οὐ τὰς αὐτὰς * * * ἀμείβουσαι, σφραγῖσιν ὁμοιούμεναι. 3 ἀπεληλαμένην Η: ἀπεληλασμένην MAG ἐπιστήμης Turn.: ἐπιστήμην MAG, ἐπιστήμη H 4 ἀγχίθυρον Α: ἀγχήθυρον ceteri τοῦ μὲν οὑν scripsi: τοῦτο μὲν codd. 5 ἑαυτοῦ scripsi: ἑαυτῶν codd., αὐτῶν v ἐπισταμένου Turn.: ἐπισταμένους codd. ἄκρως ἐπισταμένου conicio 6 στίφει H2: στέφει MAG1H1, στήφει G2 7 ἐλπίς. ᾦ δὲ Mang. (Turn. ᾧδε): ἐλπὶς ὅδε M, ἐλπίσω δὲ MAH ἐπιπροσθεῖ σκότος Mang.: ἐπίπροσθεν εἰκότως codd. 7. 8 τοῦ et φέγγους scripsi: τὸ et φέγγος codd. 8 ἰσχυκότος codd.: ἰσχυκότι Turn. 12 τοῦ] τὴν G 13 ὀφείλει] φεῖ coni. Mang. 16 τῆς Turn.: τ’ codd. 16. 17 φαινακιζομένοις Α 17. 18 τῆς φύσει νοσερᾶς H2: φύσει τῆς νοερᾶς MGH1, ὑποφοιτήσει τῆς νοερᾶς Α 18 φιλία coni. Cohn 20 διότι Turn.: δι’ ὃν MGH, δι’ ὧν Α 21 τῆ. Η2: ποινὴ ceteri 22 δ’ Α 23 δὲ MH 23. 24 ἶσον τὸ ἐλεγχθεῖσαι Α 26 ἀμείβουσαι] ἀπομάττουσαι coni. Mang. ἀεὶ κατοικοῦσαι, ἀλλ’ ἐξ ἄλλων ἄλλας suppleo σφραγῖσιν Turn.: σφόδρα γ’ εἰσὶν codd. καὶ γὰρ αὗται τὸν κηρὸν ἐπειδὰν τυπώσωσι, παθοῦσαι μηδὲν ἀπ’ αὐτῶν εἶδος ἐγχαράξασαι μένουσιν ἐν ὁμοίῳ· κἂν ὁ τυπωθεὶς συγχυθῇ κηρὸς καὶ ἀφανισθῇ, πάλιν ἕτερος ὑποβληθήσεται. ὥστε, ὦ γενναῖοι, μὴ νομίσητε φθειρομένοις συμφθείρεσθαι τὰς δυνάμεις ὑμῖν· ἀθάνατοι γὰρ οὖσαι μυρίους ἄλλους πρὸ ὑμῶν ἀσπάζονται τῆς ἀπ’ αὐτῶν εὐκλείας, οὓς ἂν αἴσθωνται μὴ ὥσπερ ὑμᾶς διὰ τὸ ῥιψοκίνδυνον ἀποδεδρακότας τὴν ὁμιλίαν αὐτῶν, ἀλλὰ προσιόντας καὶ θεραπευτικῶς ἀσφαλείας ἔχοντας. εἰ δέ τις ἀρετῆς φίλος, εὐχέσθω τὰ καλὰ πάντα ἐμφυτευθῆναί τε αὑτῷ καὶ ἐπὶ τῆς ἑαυτοῦ ψυχῆς φανῆναι καθάπερ ἐν ἀνδριάντι καὶ γραφῇ τελείᾳ τὰς εἰς εὐμορφίαν συμμετρίας, λογιζόμενος ὅτι εἰσὶν ἔφεδροι μυρίοι, οἷς ἡ φύσις ἀντ’ αὐτοῦ δωρήσεται ταῦτα πάντα, εὐμαθείας, προκοπάς, τελειότητας. ἄμεινον δὲ πρὸ ἐκείνων αὐτὸν ἐκλάμψαι ταμιευόμενον τὰς ὑπὸ τοῦ θεοῦ δοθείσας ἀσφαλῶς χάριτας καὶ μὴ προενεγκόντα πόρθησιν ἐχθροῖς ἀφειδοῦσιν ἑτοιμοτάτην λείαν παρασχεῖν. οὐκοῦν βραχὺ ὄφελος ἀρχῆς, ἣν τέλος αἴσιον οὐκ ἐσφράγισται. πολλάκις μέντοι καὶ τελειωθέντες τινὲς ἀτελεῖς ἐνομίσθησαν τῷ παρὰ τὴν ἰδίαν προθυμίαν, ἀλλὰ μὴ κατ’ ἐπιφροσύνην θεοῦ βελτιωθῆναι δόξαι, καὶ διὰ τοῦτο μέντοι τὸ δόξαι μετεωρισθέντες καὶ ἐξαρθέντες ἐπὶ μήκιστον ἀφ’ ὑψηλοτέρων χωρίων εἰς ἔσχατον κατενεχθέντες βυθὸν ἠφανίσθησαν· „ἐὰν“ γάρ φησιν „οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματί σου, καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ’ αὐτοῦ“ (Deut. 22,8).