οἱ δὲ μὴ τούτων τυγχάνοντες παρὰ τοῖς φιλοσόφοις διαλεληθότες εἶναι λέγονται σοφοί· τοὺς γὰρ ἄχρι σοφίας ἄκρας ἐληλακότας καὶ τῶν ὅρων αὐτῆς ἄρτι πρῶτον ἁψαμένους ἀμήχανον εἰδέναι φασὶ τὴν ἑαυτῶν 1 ὁμολογίας MAG: ὁμολογίαν Η 2 μνηστὴρ Η2: μνηστῆρα ceteri 3 ἀγάγητε Α 4 γανωθῇ] πλημελεῖται ut vid. G2 5 οἰκήσει GH 6 προκοπὰς Mang.: προτροπὰς MAH, τροπὰς G 8 μέλλει H2 μέλλει γενέσθαι ἀνὴρ conicio, μελλόποσις ἀνὴρ coni. Mang. ἐπὰν] ἐπεὶ H2 γέγονεν Β2 9 αὔξεσθαι GH1 ἐλπίζει scripsi: ἐλπίζεται codd. 11 ἐπιμελὲς Turn.: ἐπιμελῶς codd. αὔξεσθαι Turn.: αὔξεται codd. 14 δὴ] δὲ H2 τούτοις πᾶσι Η τοῦ τοῖς Α 15 τετελειωμένης Α 16 πολέμῳ] ὁμίλῳ coni. Mang. δύσεριν Α: δύσερι MH, δυσερεῖ G νωθεία H2 αἰεὶ M 16. 17 μελετώντων Mang.: μελετῶν MAGH1, μελετῶντι H2 17 ἐπειδὴ—αὐτοῖς om. Α ἡ δυσμενὴς Turn.: ἢ δυσμενεῖς G, ἡδὺ μὲν εἰς MH αὐτοῖς Turn.: αὐτούς codd. 19 ὅτι ante ἄπειρος add. Turn.: om. codd. προκύπτων AG 20 ἐντριβὴς ἀρετῆς vel ἐνιδρυνθεὶς ἀρεταῖς coni. Mang., ὅτι ἔτι ἀτριβὴς conicio 20 — 128,10 δεῖ—ἡσυχάσαι add. m. rec. in mg. H 20 ὥσπερ δὲ δεῖ coni. Mang. 21 καὶ H: om. MAG 22 ἱδρυθῆναι MA: ἱδρυνθῆναι GH 24 εἶναι] ἑαυτοὺς coni. Mang. τελείωσιν· μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἄμφω συνίστασθαι, τήν τε πρὸς τὸ πέρας ἄφιξιν καὶ τὴν τῆς ἀφίξεως κατάληψιν, ἀλλ’ εἶναι μεθόριον ἄγνοιαν, οὐ τὴν μακρὰν ἀπεληλαμένην ἐπιστήμης, ἀλλὰ τὴν ἐγγὺς καὶ ἀγχίθυρον αὐτῇ. τοῦ μὲν οὖν καταλαμβάνοντος καὶ συνιέντος καὶ τὰς ἑαυτοῦ δυνάμεις ἐπισταμένου ἄκρως γένοιτ’ ἂν ἔργον πολεμῆσαι τῷ φιλέριδι καὶ σοφιστικῷ στίφει· νικήσειν γὰρ τὸν τοιοῦτον ἐλπίς. ᾧ δὲ ἔτι τὸ ἀγνοίας ἐπιπροσθεῖ σκότος, μήπω τοῦ τῆς ἐπιστήμης ἀναλάμψαι φέγγους ἰσχυκότος, ἀσφαλὲς οἴκοι καταμεῖναι, τουτέστιν εἰς τὴν περὶ ὧν ἄκρως οὐ κατείληφε μὴ παρελθεῖν ἅμιλλαν, ἀλλ’ ἠρεμῆσαί τε καὶ ἡσυχάσαι. ὁ δ’ ὑπ’ αὐθαδείας ἐξενεχθείς, τὰ παλαίσματα τῶν ἀντιπάλων οὐκ εἰδώς, πρὶν δρᾶσαι, παθεῖν φθήσεται καὶ τὸν ἐπιστήμης θάνατον ἐνδέξεται, ὅς ἐστιν ἀργαλεώτερος τοῦ ψυχὴν καὶ σῶμα διακρίνοντος. ὀφείλει δὲ τοῦτο συμβαίνειν τοῖς πρὸς τῶν σοφισμάτων ἀπατωμένοις· ὅταν γὰρ τὰς λύσεις αὐτῶν εὑρεῖν μὴ δυνηθῶσιν, ὡς ἀληθέσι τοῖς κατεψευσμένοις πεπιστευκότες ἀποθνῄσκουσι βίον τὸν τῆς ἐπιστήμης ταὐτὸν πεπονθότες τοῖς ὑπὸ κολάκων φενακιζομένοις· καὶ γὰρ τούτων ἡ τῆς ψυχῆς ὑγιαίνουσα καὶ ἀληθὴς ὑπὸ τῆς φύσει νοσερᾶς ἐξωθεῖται καὶ ἀνατρέπεται φιλίας. συμβουλευτέον οὖν εἰς τοὺς τοιούτους ἀγῶνας μὴ παρέρχεσθαι τοῖς τε ἀρχομένοις τοῦ μανθάνειν—ἀνεπιστήμονες γὰρ—καὶ τοῖς προκόπτουσι, διότι οὐ τέλειοι, καὶ τοῖς πρῶτον τελειωθεῖσι, διότι λέληθεν αὐτοὺς ἄχρι πῇ τελειότης.